Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Γενομένων δὲ συνθηκῶν ὅπως τὰ χωρία καὶ τὰς πόλεις ἃς εἶχον ἀλλήλων καὶ τοὺς αἰχμαλώτους ἀποδιδῶσι πρότερον ἀποδιδόντων τῶν κλήρῳ λαχόντων ὠνήσατο τὸν κλῆρον ὁ Νικίας κρύφα χρήμασιν ὥστε προτέρους ἀποδιδόναι τοὺς Λακεδαιμονίους. Καὶ τοῦτο ἱστορεῖ Θεόφραστος. (Plut. Nicia c. 10.)
Οὐκ ἀγνοῶ ὅτι Θ. ἐξοστρακισθῆναί φησι τὸν Ἡπέρβολον Φαίακος, οὐ Νικίου, πρὸς Ἀλκιβιάδην ἐρίσαντος, ἀλλʼ οἱ πλείους οὕτω γεγράφασιν. (Plut. Nic. c. 11.)
Στρατηγοῦ, ὡς ἔφη Θ., δεῖ θάνατον ἀποθνήκειν τὸν στρατηγὸν, οὐ πελταστοῦ τοῦ τυχόντος. (Plut. Sertor. c. 13.)
Ὡς Θ. ἱστορεῖ, τὸν Ἀρχίδαμον ἐζημίωσαν οἱ ἔφοροι γήμαντα γυναῖκα μικράν· οὐ γὰρ βασιλεῖς, ἔφασαν, ἄμμιν ἀλλὰ βασιλείδια γεννάσει. (Plut. Agesil. c. 2.)
Ξενίων προσκομισθέντων καὶ προσαχθέντων ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ καὶ πέμματα καὶ μύρα διωθεῖτο (Agesilaus). Καὶ βιαζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι διδόναι κομίζοντας· τῇ μέντοι στεφανωτρίδι βίβλῳ φησὶν αὐτὸν ἡσθέντα Θ. διὰ τὴν λιτότητα τῶν στεφάνων αἰτήσασθαι καὶ λαβεῖν ὅτε ἀπέπλει παρὰ τοῦ βασιλέως (Aegypti). (Plut. Agesil. c. 36.)