Fragmenta varia
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Θ. ἐν τῷ περὶ καιρῶν βʼ λέγει οὕτως· "Ἑτεροι δʼ εἰς ἀνδρδέστερα καταδαπανῶντες οἷον στρατείας
ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν ἀλλὰ καὶ τὰ αὐτοῦ πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον ἐφόδια Phot. τοῖς ἐπιβουλεύουσιν· ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν." (Suidas et Phot. Lex. sub v. Κυψελιδῶν ἀνάθημα.)Θ. ἐν πρώτῳ τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φηοσὶν οὕτως· πολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας ὡς Ἀθηναῖοι. (Harpocr. in ἐπίσκοπος.)
Θ. ἐν τῷ περὶ γελοίου λεχθῆναι μέν φησι τὴν παροιμίαν ὑπὸ τοῦ Στρατονίκου ἀλλʼ εἰς Σιμμύκαν τὸν ὑποκριτὴν, διελόντος τὴν παροιμίαν, μέγας οὐδεὶς σαπρὸς ἰχθύς. (Athenae. 8, p. 348.)
Ὀστρακισθῆναι πρῶτον Ἀθήνῃσι Θησέα ἱστορεῖ Θ. ἐν τοῖς πρώτοις καιροῖς. (Suid. s. ἀρχὴ σκυρία.)
Γλώσσῃ ματαίᾳ ζημία προστρίβεται· Αἰσχύλου· τὸ μὲν ἀπόφθεγμα Βίαντος, ὡς παροιμία δὲ λαμβάνεται ὡς μαρτυρεῖ Θ. ἐν τῷ περὶ παροιμιῶν. (Apostol. Adag. 6,36.)