De Nervorum Resolutione
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Ὅτι ὑπὸ καταψύξεώς φησιν, ὡς κοινῷ λόγῳ φάναι τὴν παράλυσιν γίνεσθαι· καὶ ταύτην οἱ μὲν ὑπὸ πνεύματος (καταψυχομένου), — πνευματικὸν γὰρ τὸ πάθος, — οἱ δὲ ἐκλείψει καὶ στερήσει τοῦ πνεύματος. Τοῦτο γὰρ εἶναι τὸ τὴν θερμότητα καὶ τὴν κίηησιν ὅλως ποιοῦν· ἀκινησίας δὲ γινομένης κατάψυξις γίνεται τοῦ αἵματος ἢ ἁπλῶς εἰπεῖν τῆς ὑγρότητος. Διὰ τοῦτο γὰρ καὶ ἡ νάρκη γίνεται ἐν τοῖς ποσὶν ἢ καὶ ἐν τοῖς ἄνω μέρεσιν ὅταν ἀποπιεσθῶσιν ἀπὸ καθέδρας ἢ ἄλλῳ τινὶ τρόπῳ. Τότε γὰρ διαλαμβάνει τῇ πιέσει τὸ πνεῦμα καὶ οὐ δυνάμενον τὴν οἰκείαν κίνησιν κινεῖσθαι ἵστησι καὶ ἀποψύχει τὸ αἷμα.