De Sudore

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἄτοπον δʼ ἂν ἐκεῖνο δόξειε καὶ ὥσπερ ὑπεναντίον εἰ οἱ γυμναζόμενοι καὶ εὖ ἔχοντες εὐΐδρωτες καὶ πάλιν οἱ ἀγύμναστοι καὶ κακῶς ἔχοντες καὶ οἱ πεπεμμένην τε καὶ οἱ ἄπεπτον ἔχοντες τὴν τροφήν. Οὐκ ἔστι δʼ ἄτοπον· οἱ γὰρ γεγυμνασμένοι τῷ μανὰ τὰ σώματα καὶ ἀνεῳγμένους ἔχειν τοὺς πόρους, ἔτι δὲ τῷ συνήῥͅ θεις εἶναι πρὸς τοὺς ἱδρῶτας εὐΐδρωτες.

Διὰ τοῦτο γὰρ καὶ οἱ μὴ χρονίως ποιούμενοι τὰς ἀφιδρώσεις εὐΐδρωτες ὅτι τῶν μὲν ἀνεῳγμένοι τῶν δὲ συμμεμυκότες οἱ πόροι διὰ τὸ μὴ χρῆσθαι. Συμβαίνει δὲ τοῦτο καταπεπεμμένης τῆς τροφῆς διὰ τὴν αὐτὴν αἰτίαν· οἱ δὲ κακῶς ἔχοντες καὶ μὴ πεπεμμένην τὴν τροφὴν τῷ πλήθει τῆς ὑγρότητος εὐΐδρωτες, διότι οὔτʼ ἀπὸ τῶν αὐτῶν οὔθʼ ὡσαύτως. Ἀλλʼ ἐκεῖνοι μὲν μετὰ πόνου καὶ ἀεὶ τὸ σύμμετρον ἀφαιροῦντες οὗτοι δὲ καὶ αὐτομάτως καὶ ὡς ἂν τύχῃ καὶ τὸ ὅλον ἀεὶ περιττώματος ἔχοντες πλῆθος.

Δοκοῦσι δέ τινες καὶ ἐν τῷ χειμῶνι μᾶλλον εὐΐδρωτες ἢ ἐν τῷ θέρει εἶναι μὴ τὰς ὑπερβολὰς ἑκατέρου λαμβανόντων οἷον ψύχους τε

καὶ καύματος, — ἡ μὲν γὰρ οἷον ῥῖγος ἂν ποιήσειεν, ἡ δὲ τοῦ καύματος σύντηξιν, — ἀλλὰ τὸ μέσον ἐν ἑκατέρῳ. Τὴν δʼ αἰτίαν ταύτην ὑποληπτέον, εἴπερ ἀληθὲς, ὅτι ἡ μὲν ξηρὰ τῶν ὑγρῶν, ἡ δὲ ψυχρὰ ἀντιπερίστασίν τινα τοῦ θερμοῦ ποιεῖ καὶ κατάστασιν. Ὁ δὲ ἱδρὼς ἐξ ἀμφοῖν τοῦ μὲν ὡς ποιοῦντος τοῦ δὲ ὡς πάσχοντος. Ἔτι δὲ τοῦ θέρους καὶ διαιτήσονται τὸ πολὺ τοῦ ὑγροῦ.

Διότι δὲ καὶ τὰ ἄνω μᾶλλον ἱδρῶσι τρόπον τινὰ φανερόν· καὶ γὰρ τὸ ὑγρὸν καὶ τὸ πνεῦμα καὶ τὸ θερμὸν ἐνταῦθα μᾶλλον, ἐξ ὧν καὶ διʼ ὧν ὁ ἱδρώς.

Καὶ ὅτι οὐ ποιοῦντες ἀλλ' ὅταν τέχοντες τὸ πνεῦμα, ἀλλʼ ὅταν ἀνῶσιν, ἐν τούτοις ἡ αἰτία· πονούντων μὲν γὰρ ὑπὸ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι συμμύειν ποιοῦσι τοὺς πόρους, παυσαμένων δὲ συνίζουσιν, ὥστε διʼ εὐρυτέρων καθάπερ ἀνεῳγμένων μᾶλλον ἐξέρχεται τὸ ὑγρόν. Καὶ ἡ κάθεξις δὲ τοῦ πνεύματος πληροῖ τὰς φλέβας ὥστε κωλύει ἐξιέναι καθάπερ τὸ ὕδωρ· τὸ ἐκ τῶν κλεψύδρων ὅταν γε πλήρεις οὔσας τις ἐπιλάβῃ, ὅταν δʼ ἀφεθῇ τότʼ ἐξέρχεται μηδενὸς ἐμφράττοντος.

Ἔπειτα δὲ ἡἀπόκρισις ἡ ὑπὸ τῆς θερμότητος γινομένη τοῦ ὑγροῦ πνεύματος διὰ τῶν πόρων ἐξάγεται πρὸς τὸ ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν ἥ τε θερμότης ἅμα λήγει καὶ ἐκ τοῦ πνεύματος ἀποψυχομένου γίνεται ὑγρότης ὁ καλούμενος ἱδρὼς, ὥστε καὶ πλεῖον καὶ ῥᾷον ἐκπίπτειν.

Μετὰ δὲ τοὺς δρόμους καὶ τοὺς πόνους ἐν τῇ σκιᾷ μᾶλλον ἱδροῦσιν ἢ ἐν τῷ ἡλίῳ διὰ τὸ τὸν ἥλιον ἀναξηραίνειν καὶ πυκνοῦν τοὺς πόρους· ὅλως γὰρ οὔτε πολὺ τὸ θερμὸν ἄγαν οὔτε ὀλίγον δεῖ τὸ ἐκτὸς εἶναι· τὸ μὲν γὰρ οὐ κινεῖ τὸ δʼ ἀναξηραίνει.

Διὸ καὶ εἴ τις ἄγαν ἐγγὺς ἵσταται τοῦ πυρὸς ἧττον ἂν ἰδίσειεν, καὶ ἐν τοῖς ἀλειπτηρίοις ἐὰν μὲν εὐθὺς ποιήσῃ τις πολὺ πῦρ ἧττον ἱδρώσειεν, ἐὰν δʼ ὕστερον εἰσενέγκῃ μᾶλλον· προοδοποιουμένου μὲν γὰρ καὶ παρορμῶντος τοῦ σώματος συνερχεῖ καὶ τὸ ἐπεισελθὸν, ἐκεῖνο δʼ οὐ δύναται τὸ πλεῖον διʼ ἀσθένειαν.

Ταὐτὸ δέ πως καὶ τοῖς διῃρημένοις καὶ ὅτι τρέχοντες ἧττον ἱδρῶσιν ἢ παυσάμενοι· τὸ μὲν γὰρ ἥ τε τοῦ πνεύματος κάθεξις καὶ ἡ τοῦ ἀέρος κίνησις κωλύει· ποιεῖ μὲν γὰρ οἷον --- μον αὐτὸς αὑτῷ. Παυσαμένου δὲ καὶ στάντος ἀμφότερα θήγει καὶ οὐθὲν κωλύει·

οἱ δὲ τὰ κάτω μέρη τοῦ σώματος θερμῷ ὕδατι ἐμβαλόντες οὐχ ἱδρῶσιν ὅτι κωλύει τὸ ὕδωρ τὴν τῆξιν· ὁ δὲ ἱδρὼς τῆξίς τίς ἐστι τῶν οἷον κακῶς προσῳκοδομημένων ταῖς σαρξὶν ὅταν ἐκκρίνηται διὰ τὸ θερμόν.

Οἱ δὲ γυμναζόμενοι διαλιπόντες τὸ τρέχειν ἢ παλαίειν μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς, ὅτι συναθροίζεται διαπαυομένων ἡ ὑγρότης. Εἶτα ταύτην ἐξάγει ὕστερον ἡ πάλη καὶ ὁ δρόμος· ἡ δὲ συνεχὴς ἀναξηραίνει καθάπερ ὁ ἥλιος καὶ τὰ πνεύματα.

Διότι μᾶλλον ἱδροῦσι τὰ ὄπισθεν τῶν ἔμπροσθεν, καίτοι θερμότης καὶ ὑγρότης πλείων ἐν τοῖς ἔμπροσθεν --- ὅτι διά τε τὴν πάλην καὶ τὴν τρίψιν ἧττον κωλύεται καὶ διάτασις ἐκ τῶν

ἄνω μᾶλλον· ὅτι ὅπου πόνος ἐνταῦθα καὶ ἱδρώς. Ἅμα δὲ καὶ ἡ διάτασις τοῦ πνεύματος ἐξωθεῖ μᾶλλον, ὥσθʼ ὅταν ἀνεθῇ πλεῖον καὶ ἀθροωτέρως ἐκεῖθεν.

Τὸ δὲ πρόσωπον μάλισθʼ ἱδρῶσιν ἀσαρκότερον ὂν καὶ ἥκιστα πονοῦν ὅτι καὶ ἡ κεφαλὴ ὑγρὰ καὶ μανή· ὑγρότητος δὲ καὶ μανότητος ἄλλα τε πολλὰ σημεῖα καὶ ὁ ἐγκέφαλος καὶ ἡ τριχῶν ἔκφυσις, ὁ μὲν τὸ ὑγρὸν αἱ δὲ τὸ μανὸν ἀποδηλοῦσαι, διὸ καὶ πρῶτον καὶ μάλισθʼ ἱδρῶσι τὸ μετῶπον· τοῦτο γὰρ ὑπὸ τὸν ἐγκέφαλον. Ἕτι δʼ ἡ τοῦ πνεύματος κάθεξις διατείνεταί πως εἰς τὴν κεφαλήν.

Ὅτι δὲ τὰς χεῖρας τρίβοντες μάλισθʼ ἱδροῦσιν ἂν τἆλλα ὁμοιοσχημονῶσιν κατὰ συμβεβηκός πως τὴν αἰτίαν ληπτέον. Ἰσχύουσι γὰρ μάλιστα τῶ τόπῳ· τὸ γὰρ πνεῦμα τούτῳ κατέχουσι τῷ ἐγγυτάτῳ τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον ἰσχύουσιν· οὕτω δʼ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχουσιν. Εἶτα καὶ τῇ χειρὶ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο τι μέρος τριβώμεθα· τῇ γὰρ καθέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ τρίβοντες διὸ καὶ μᾶλλον ἱδροῦμεν.

Καὶ ὅταν τοὺς πόδας καὶ τὰς κνήμας ἐν τῷ ὕδατι ἔχωσιν ἧττον ἱδροῦσιν ἢ ὅταν τὸ ἄλλο σῶμα διὰ τὰ προειρημένα· κωλύει γὰρ τὸ ὕδωρ τὸν ἱδρῶτα --- καὶ ὅτι διαθερμαινομένων τούτων καὶ τὰ ἄνω συνθερμαίνεται· οἱ δʼ ἱδρῶτες ὅπου θερμὸν καὶ ὑγρόν.

Ἄτοπον δʼ ὅτι οἱ ἀγωνιῶντες τοὺς πόδας ἱδρῶσι, τὸ δὲ πρόσωπον οὔ. Καίτοι μᾶλλον εὔλογον τὸ μάλισθʼ ἱδρωτικὸν καὶ μὴ τὸ ἥκιστα. Τὸ δ' αἴτιον ὅτι ἡ ἀγωνία ἐστὶν οὐ μετάαὔξησις καθάπερ ἐν τῷ θυμῷ· καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ περὶ τὴν καρδίαν θερμοῦ· καὶ ἀγωνιῶντες δὲ οὐ διὰ φόβον τοῦτο πάσχουσιν ἀλλὰ διὰ τὸ μᾶλλον ἐκθερμαίνεσθαι.

Διὸ τὸ μὲν πρόσωπον ἐξέρυθροι γίνονται, ξηραίνει γὰρ ἡ θερμότης ἐπιπολάζουσα τὸ ἐν τῷ προσώπῳ ὑγρὸν τὸ δʼ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττω μὲν εἶναι ὥστε ξηρᾶναι πλείω δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης.

Ἐνίοις δʼ ἱδροῦσιν ἂν ψυχθῶσιν ἢ πνεύματι ἢ ὕδατι συμβαίνει ναυτιᾶν οὐκ ἀλόγως· καὶ ὅτι τὸ ὑγρὸν ψυχθὲν ἀθρόον ἔστη πρότερον οὐκ ἠρεμοῦν, καὶ ὅτι τὸ πνεῦμα τὸ διιὸν ἔξω καὶ γινόμενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο καὶ προσπεσὸν τῷ ἀναπνευστικῷ τόπῳ ποιεῖ τὴν ναυτίαν.

Οἱ δʼ ἐν ἱματίῳ δρόμοι καὶ ἱδρῶτες καὶ ἐλαίου ἀλείψεις εἰς ἱμάτιον ἄχρους ποιοῦσι διότι ἡ εὔχροια γίνεται διʼ εὔπνοιαν, ἡ δʼ ἄχροια διὰ τὴν κατάπνιξιν· συνθερμαινόμενον γὰρ καὶ μὴ διαψυχόμενον τὸ ἐπιπολῆς ὑγρὸν ἄχροιαν ποιεῖ. Τοῦτο δὲ συμβαίνει καὶ ἐκ τῶν δρόμων καὶ ἐκ τῆς ὑπαλείψεως· οἱ δὲ γυμνοὶ δρόμοι διὰ τοὐναντίον εὔ̔ χροιαν· καταψύχει γὰρ ὁ ἀὴρ τὰς συνισταμένας ἐκκρίσεις καὶ διαπνεῖ.

Ἐν δὲ τοῖς ὕπνοις οἱ ἱδρῶτες μᾶλλον ἢ ἐγρηγορόσιν ὅτι ὑγρότατα καὶ θερμότατα πάντα διὰ τὴν ἀντιπερίστασιν· ἐξ ἀμφοῖν δὲ τούτοιν ἱδρὼς ὥσπερ εἴρηται πολλάκις.