De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Καὶ αὗται μὲν οἷον χειμεριναί τινες ἐπίπνοιαι καὶ ἀντικόψεις. Αἱ δʼ ἐπʼ Ὠρίωνος ἀνατολῇ καὶ δύσει τῶν πνευμάτων ἀκρισίαι συμβαίνουσιν ὅτι ἐν μεταβολαῖς ἀεὶ πάντα μάλιστα πέφυκεν ἀοριστεῖν. Ὁ δ' Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας δύνει δʼ ἐν ἀρχῇ χειμῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μηδεμίαν ὥραν, τῆς μὲν γιγνομένης τῆς δὲ παυομένης, ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα καὶ ἄκριτα εἶναι διὰ τὸ ἐπαμο φοτερίζειν ἐξ ἑκατέρας, ὅθεν δὴ καὶ χαλεπὸς λέγεται καὶ δύνων καὶ ἀνατέλλων εἶναι διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη καὶ ἀνωμαλῆ εἶναι.
Καὶ ταῦτα μὲν οὖν καὶ ὅσα ἄλλα τοιαῦτα περὶ τὸν ἀέρα καὶ τὸν ὅλον οὐρανὸν συμβαίνει· τὰ
δὲ --- εἰς τὰς ἡμετέρας διαθέσεις· οἷον βαρύτερον ἐν τοῖς νοτίοις ἔχουσιν οἱ ἄνθρωποι καὶ ἀδυνατώτερον· αἴτιον δὲ ὅτι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται διατηκόμενον διὰ τὴν ἀλέαν καὶ ἀντὶ κούφου πνεύματος ὑγρότης βαρεῖα. Ἔτι δʼ ἡ μὲν ἰσχὺς καὶ δύναμις ἐν τοῖς ἄρθροις ἐστί· ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων· τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κωλύει κινεῖσθαι ἡμᾶς, ὑγρὸν δὲ λίαν οὐ συντείνεσθαι· τὰ δὲ βόρεια ποιεῖ τινὰ συμμετρίαν ὥστε καὶ ἰσχύειν καὶ συντείνεσθαι μᾶλλον.Καὶ πάλιν ξηροὶ καὶ μὴ ὑδατώδεις ὄντες οἱ νότοι πυρετώδεις· ὑγρότητα γὰρ ἐν τοῖς σώμασι θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι θερμοὶ φύσει καὶ ὑγροὶ ὄντες. Ἡ δὲ τοιαύτη διάθεσις πυρετώδης· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοῖν τούτοιν ὑπερβολῆς ἐστίν· ὅταν δὲ ὑδάτινοι πνέωσι τὸ ὕδωρ καταψύχει τὴν ἕξιν. Τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα ἄλλα τῶν σωμάτων περὶ τὰς ἕξεις καθʼ ἑκάτερον συμβαίνει γίνεσθαι· πλείω γάρ ἐστι τοιαῦτα καὶ ἐν πλείοσιν ὧν ἁπάντων αἱ αὐταὶ καὶ παραπλήσιαί τινες αἰτίαι.