De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἡ δὲ ὁμαλότης καὶ λειότης ὅταν ᾖ ποιεῖ τινὰ χάριν κατὰ τὴν κίνησιν καὶ φορὰν, ὥσθʼ ὅτου τοιοῦτος ἐνταῦθα καὶ ἡδύς, Ὅτι δὲ τοὺς καρποὺς οὓς μὲν φθείρει οὓς δὲ τρέφει καθόλου μὲν ἐκεῖνο ἀληθὲς εἰπεῖν ὁ καὶ κατὰ τῶν ἄλλων κοινὸν, ὅτι τρέφει μὲν ὅπου ψυχρὸς πνεῖ τοῦ θέρους, ἀπόλλυσι δὲ ὅπου θερμός. Καὶ πάλιν τοῦ χειμῶνος καὶ τοῦ ἦρος ὁμοίως ὅπου μὲν ψυχρὸς ἀπόλλυσιν, ὅπου δὲ θερμὸς τρέφει καὶ σώζει ἐναντίαν ταῖς ὥραις τὴν πνοὴν ἔχων Τοῦτο δʼ ἐστὶν ὅταν ἐκ θαλάττης ἦ· θερμὴ γὰρ αὕτη χειμῶνος, θέρους δὲ ψυχρά. Διὰ τοῦτο δὲ καὶ ὁ νότος ἐνιαχοῦ τοιοῦτος ὥσπερ καὶ ἐν Ἄργει, καὶ ὁ βορέας δὲ παρʼ ἄλλοις.

Τὸ μὲν οὖν ἁπλοῦν καὶ κοινὸν ὥσπερ ἐλέχθη τοῦτο. Τὰ δὲ καθʼ ἑκάστους τόπους ἐκ τῆς θέσεως δεῖ καὶ τῶν ἄλλων τῶν συμβαινόντων ἀνασκοπεῖν καὶ θεωρεῖν· εὑρήσεις γὰρ σχεδὸν ἐν ταύταις ταῖς αἰτίαις τὴν διαφοράν· οἷον τῆς Ἰταλίας ἡ μὲν Λοκρὶς καὶ ἡ ταύτῃ συνεχὴς εὐθηνεῖ τῷ ζεφύρῳ διὰ τὸ ἐκ τῆς θαλάττης προσπίπτειν. Ἄλλη δέ τις οὐχ ὁμοίως, ἔνιαι δὲ καὶ βλάπτονται. Καὶ πάλιν τῆς Κρήτης ἡ μὲν Γορτύνη τρέφεται, κεῖται γὰρ ἀναπεπταμένη καὶ προσβάλλει αὐτῇ ἐκ τοῦ πελάγους· ἑτέρα δέ τις ἀπόλλυται πρὸς ἣν ἐκ τῆς γῆς καὶ ὀρῶν τινῶν προσπίπτει.

Φθείρει δὲ καὶ τὰ ἐν τῷ μαλακῷ κόλπῳ πάντα καὶ τὰ ἐπέτεια καὶ τὰ τῶν δένδρων καὶ τῆς Θεσσαλίας περὶ τὸν πιέριον· ἀμφοτέρων δὲ τῶν τόπων ἡ αὐτὴ φύσις καὶ τὰ περιέχονθʼ ὅμοια· κεῖνται μὲν γὰρ ἄμφω πρὸς ἀνατολὴν, περιέχονται δʼ ὄρεσιν ὑψηλοῖς, ὁ μὲν τῆ Οἴτῃ καὶ τοῖς συνεχέσιν ὁ δὲ τῷ Πιέρῳ. Ὁ δὲ πνέων ζέφυρος ἀπὸ δυσμῆς ἰσημερινῆς τὴν ὑπὸ τοῦ ἡλίου θερμότητα προσπίπτουσαν τοῖς ὄρεσιν ἀνακλωμένην ἐξέτραπεν εὐθὺς εἰς πεδίον καὶ ἀπέκαυσεν. Ὁμοίως δὲ καὶ παρὰ τοῖς ἄλλοις οἷς τι τοιοῦτον ἢ παραπλήσιον τούτῳ συμβαῖνόν ἐστι καὶ τοῖς ἐναντίοις ἀνάπαλιν.

Ὅλως γὰρ ὃ πολλάκις λέγεται τοῦτʼ ἀληθὲς ὅτι μέγα συμβάλλεται διʼ ὧν ἂν πνέῃ καὶ ὅθεν εἰς τε τἆλλα καὶ εἰς θερμότητα καὶ εἰς ψυχρότητα. Διὰ τοῦτο γὰρ καὶ ὁ νότος ψυχρὸς οὐχ ἧττον τοῦ βορέου κατὰ τὴν παροιμίαν, ὅτι διὰ τὸν ἀέρα κατεψυγμένον ἔτι καὶ ὑγρὸν ὑπὸ τοῦ χειμῶνος τοιαύτην ἀνάγκη τὴν πνοὴν προσπίπτειν οἷος ἂν ὁ ἀὴρ ᾖ. Ὁ δὲ βορέας ὁ ἐπὶ τὸν πηλὸν τῶν νότων, ὅν φησι πάλιν ἡ παροιμία

χειμῶνα ποιεῖν, διὰ τὴν αὐτὴν αἰτίαν ποιεῖ· βρεχθεὶς γὰρ ὁ ἀὴρ ψυχρός. Ὡσαύτως δὲ καὶ ἀπὸ τῶν ποταμῶν αὖραι, ὥσπερ ἐλέχθη πρότερον.