De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ὁ δὲ ζέφυρος ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀφʼ ἑσπέρας ἀπὸ θαλάττης καὶ πεδίων ἀναπεπταμένων, καὶ ἔτι μετὰ χειμῶνα τοῦ ἦρος ἄρτι τοῦ ἡλίου κρατοῦντος καὶ μετοπώρου πάλιν ὅτʼ οὐκέτι κρατεῖ. Τοῦ δὲ βορέου ἧττον ψυχρὸς διὰ τὸ ἀφʼ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν. Οὐ συνεχὴς δὲ διὰ τὸ μὴ κρατεῖσθαι τὸ γινόμενον πνεῦμα· οὐ γὰρ ὥσπερ ἐν γῇ --- ἀλλὰ πλανᾶται διὰ τὸ ἀφʼ ὑγροῦ βεβηκέναι ἐφʼ ὁμαλῆ διὰ τοῦτο καὶ λεῖός ἐστιν·

οὐ γὰρ ἀπʼ ὀρέων πνεῖ οὐδὲ βίᾳ τηκομένου ἀλλὰ ῥᾳδίως ὥσπερ διʼ αὐλοῦ ῥέων. Τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον ὀρεινὰ, πρὸς ἑσπέραν δʼ οὔτε ὄρος οὔτε γῆ ἐστὶν ἀλλὰ τὸ ἀτλαντικὸν πέλαγος, ὥστε ἐπὶ τῆς γῆς φέρεται. Τῆς δείλης δὲ ἡ πνοὴ διὰ τὸν τόπον· πάντα γὰρ μετὰ τοῦ ἡλίου διαχέοντος τὸ ὑγρὸν ἢ ἀτμίζοντος γίνεται ἢ συνεργοῦντος εἰς τὴν ἀρχήν· ὅταν οὖν

εἰς τὸν τόπον ἀφίκηται καὶ ἡ πνοὴ, καὶ τῆς νυκτὸς παύεται διὰ τὸ ἐλλείπειν τὴν τοῦ ἡλίου κίνησιν.

Ἄγει δὲ καὶ νεφέλας μεγίστας ὅτι ἐκ πελάγους πνεῖ καὶ κατὰ θάλατταν ὥστε ἐκ πολλοῦ συνάγειν. Κειὁ μέριος δὲ καὶ δυσαὴς διὰ τὰ πρότερον εἰρημένα· μετὰ γὰρ χειμῶνα πνεῖ ψυχροῦ ἔτι τοῦ ἀέρος ὄντος· ἐπεὶ ὁ μετοπωρινὸς οὐ τοιοῦτος εἰ μὴ τῷ μεγέθει λαμβάνομεν τὸ χειμέριον· ἐν γὰρ τοῖς συνεχέσι τόποις μέγας πνεῖ καθάπερ καὶ οἱ ἄλλοι. Καὶ ληπτέον ἴσως οὕτω τὸ χειμέριον, οὐχ ὡς πᾶσιν· εἰ μὴ ἄρα καὶ παραλλάττοντές τινες ποιοῦνται τὴν προσηγορίαν τὸν θρασκίαν ζέφυρον καλοῦντες· χειμέριος γὰρ οὗτος. Ἀλλὰ ταῦτα ἐπισκεπτέον.