De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Τὸ δὲ μὴ πνεῖν κατʼ αὐτὴν τὴν Αἴγυπτον τὴν πρὸς θάλατταν τὸν νότον ὥς τινές φασι μηδʼ ὅσον ἡμέρας ἀπέχοντα καὶ νυκτὸς δρόμον, ἀλλὰ τὰ ὑπὲρ Μεμφίδος λαμπρὸν, ὁμοίως δὲ καὶ ἃ ἂν ἀπέχῃ τοσοῦτον, οὐκ ἀληθὲς μὲν εἶναί φασιν ἀλλὰ ψεῦδος· οὐ μὴν ἴσως γε ἀλλʼ ἔλαττον πνεῖ. Τὸ δʼ αἴτιον ὅτι κοίλη τὰ κάτω ἡ Αἴγυπτος ὥσθʼ ὑπερπίπτειν αὐτῆς, τὰ δʼ ἄνω ὑψηλοτέρα. Ἐπεὶ τό γε σύνεγγυς ἀπαιτεῖ τὸ μέγεθος· τὰ γὰρ τοιαῦτα μάλιστα ἐκ τῶν τόπων ἀποδοτέον ἅπερ κατὰ φύσιν ἔχει. Διαμένει δʼ ἐπινεφῆ καὶ αἴθρια τὰ πνεύματα ταῦτα ὁμοίως ὥσπερ ἀρτίως ἐλέχθη.

Τὸ δὲ τὸν βορέαν ἐπιπνεῖν τῷ νότῳ, τὸν δὲ νότον μὴ τῷ βορέᾳ, πρὸς ἐκείνην τὴν αἰτίαν ἀνακτέον τὴν μερίζουσαν ἑκάτερα κατὰ τοὺς τόπους· παρʼ ἡμῖν γὰρ τοῦτο συμβαίνει καὶ ὅλως τοῖς ὑπὸ τὴν ἄρκτον οἰκοῦσιν, τοῖς δὲ πρὸς μεσημβρίαν ἀνάπαλιν. Αἴτιον δʼ ἀμφοῖν τὸ αὐτό· τοῖς μὲν γὰρ ὁ βορέας τοῖς δʼ ὁ νότος πλησίον, ὥστʼ εὐθὺς ἀρχόμενοι ποιοῦσιν αἴσθησιν, εἰς δὲ τὰ πόρρω βραδέως δικνοῦνοται.

Πλείστων δʼ ὄντων ὥσπερ εἴρηται βορείων καὶ νοτίων ἑκατέρων οἷον τάξις, ἐν οἷς χρόνοις μάλιστα πνέουσι κατὰ λόγον --- μέχρι τοῦ λήγειν, τοῖς δὲ νοτίοις κατὰ χειμῶνά τε καὶ ἀρχομένου ἔαρος καὶ μετοπώρου λήγοντος. Καὶ γὰρ αἵ τε τοῦ ἡλίου φοραὶ συνεργοῦσιν ἀμφοτέροις καὶ ἡ ἀνταπόδοσις γίνεται καθάπερ παλιρροοῦντος τοῦ ἀέρος· ὃ γὰρ ἂν ἀπωσθῇ κατὰ χειμῶνα, — πλείους γὰρ ὡς ἐπίπαν βόρειοι πνέουσι, — καὶ ἔτι πρότερον τοῦ θέρους ὑπὸ τῶν ἐτησίων καὶ τῶν ἐπὶ τούτοις, ἀνταποδίδοται πάλιν τοῦ ἦρος εἰς τούσδε τοὺς τόπους, καὶ λήγοντος μετοπώρου καὶ περὶ πλειάδος δύσιν ἀνὰ λόγον.

Ὅθεν καὶ τὸ θαυμαζόμενον ὡς οὐκ ὂν διὰ τί βορέαι μὲν ἐτησίαι γίνονται νότοι δʼ οὐ γίνονται, φαίνεταί πως συμβαίνειν. Οἱ γὰρ ἠρινοὶ νότοι καθάπερ ἐτησίαι τινές εἰσιν οὓς

καλοῦσι λευκονότους· αἴθριοι γὰρ καὶ ἀσυννεφεῖς ὡς ἐπίπαν. Ἅμα δὲ καὶ τῷ μακρὰν ἡμῶν ἀπηρτῆσθαι λανθάνουσιν· ὁ δὲ βορέας εὐθὺς ἐν ἡμῖν. Ἥδε τῶν ἐτησίων φύσις. Διὰ τί δὲ ταύτην τὴν ὥραν καὶ τοσοῦετοι πνέουσι, καὶ διὰ τί λήγουσι τῆς ἡμέρας ληγούσης καὶ νύκτωρ οὐ πνέουσι σχεδὸν ἐν ταύταις λέγεται ταῖς αἰτίαις· ὡς ἄρα ἡ μὲν πνοὴ γίνεται διὰ τὴν τῆς χιόνος τῆξιν· ὅταν μὲν οὖν ὁ ἥλιος ἄρξηται λύειν τὸν πάγον καὶ κρατεῖν, οἱ πρόδρομοι, μετὰ δὲ ταῦτα οἱ ἐτησίαι.

Τοῦ δὲ ἅμα τῇ καταφορᾷ τοῦ ἡλίου λήγειν καὶ νύκτωρ μὴ πνεῖν αἴτιον τὸ τὴν χιόνα τηκομένην παύεσθαι δυομένου καὶ νύκτωρ μὴ τήκεσθαι δεδυκότος. Οὐ μὴν ἀλλʼ ἐνίοτε πνέουσιν ὅταν πλείων ἡ τῆξις γένηται· καὶ γὰρ τῆς ἀνωμαλίας αἴτιον τοῦτο ὑποληπτέον. Ὁτὲ μὲν γὰρ μεγάλοι καὶ συνεχεῖς ὁτὲ δὲ ἐλάττους καὶ διαλείποντες πνέουσι διὰ τὸ τὰς τήξεις ἀνωμαλεῖς γίνεσθαι. Κατὰ δὲ τὴν ὕλην ἡ φορά. καὶ τῷ σύνεγγυς ἢ πόρρω καὶ ἄλλαις τοιαύταις διαφοευ ραῖς συμβαίνειν.

Εἰ δʼ οὖν ἀληθὲς, ὁ λέγουσιν ἄλλοι τε καὶ οἱ περὶ Κρήτην, ὡς ἄρα νῦν μείζονες οἱ χειμῶνες καὶ χιὼν πλείων πίπτει, τεκμήρια φέροντες ὡς τότε μὲν ᾠκεῖτο τὰ ὄρη καὶ ἔφερε καρπὸν καὶ τὸν σιτηρὸν καὶ τὸν δενδρίτην πεφυτευμένης καὶ διειργασμένης τῆς χώρας· ἔστι γὰρ πεδία ἐν τοῖς ἰδαίοις ὄρεσιν εὐμεγέθη καὶ ἐν τοῖς ἄλλοις ὧν νῦν οὐδʼ ὁτιοῦν γεωργοῦσι διὰ τὸ μὴ φέρειν, τότε δʼ ὥσπερ εἴρηται καὶ ἐπῴκουν, ὅθεν καὶ ἡ νῆσος πλήρης ἦν ἀνθρώπων, ὄμβρων μὲν γενομένων κατʼ ἐκεῖνον τὸν χρόνον πολωλῶν χιόνων δὲ καὶ χειμώνων μὴ γινομένων, — εἰ δʼ ἔστιν ἀληθῆ ταῦτα, ὅπερ λέγουσιν, ἀναγκαῖον καὶ τοὺς ἐτησίας εἶναι πλείους.

Εἰ δὲ ποτʼ ἐξέλιπον καὶ Ἀρισταῖος αὐτοὺς ἀνεκαλέσατο θύσας τὰς ἐν Κέῳ θυσίας τῷ Διὶ καθάπερ μυθολογοῦσι, κάτομβρα μὲν ἂν εἴη τὰ ἐπιχειμέρια οὐχ ὁμοίως οὐδὲ χιονώδη. Ταῦτα δʼ εἴ τινα ἔχει διαλλαγὴν εἴτε τεταγμένην εἴτʼ ἄτακτον εἴη ἂν καὶ τῶν πνευμάτων παῦλα καὶ μεταλλαγὴ κατὰ τοὺς αὐτοὺς χρόνους. Ἄτοπον δʼ ἂν δόξειεν εἰ μὴ καὶ τοῖς πρὸς μεσημβρίαν εἴη τοιαύτη τις ἐπικουο ρία κατὰ τὸ ἔτος· πολλῷ γὰρ ἐκπυρώτερος ὁ τόπος ἐκεῖνος. Δῆλον οὖν τοῦτο πλὴν εἰς --- μιση τὸν καρπόν. Οἱ δὲ προτεροῦσιν οἱ δʼ ἀπαθεῖς εἰσί. Περὶ μὲν τούτων σκεπτέον.