De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Τὰ δὲ περὶ τὴν τῶν ξηρῶν μίξιν ἐξ ὧν τὰ διαπάσματα καὶ αἱ συνθέσεις οὐκ ἔτι ζητεῖ μίξιν τῶνδέ τινων ὡρισμένων ἀλλʼ ὅσῳ ἄν τις πλείω καὶ ποικιλώτερα μίξῃ τοσούτῳ καὶ ἡ ὀσμὴ λαμπροτέρα καὶ ἡδίων, ὥσπερ καὶ ἐξ αὐτῶν τῶν ἀρωμάτων τῶν προχείρων· εἰς ταὐτὸ γὰρ μιγνύντες ἅπαντα χρῶνται. Ζητοῦσι δʼ ἐν τούτοις καὶ σπεύδουσιν ὥστε μὴ ἑνὸς ἀλλὰ πάντων κοινήν τινα τὴν ὀσμὴν εἶναι. Διὸ καὶ ἀνοίγοντες διά τινων ἡμερῶν τὸ ἐξόζον ἐξαιροῦσιν ἀεὶ καὶ τῶν ἰσχυρῶν ἐλάττω μιγνύουσιν ὥσπερ --- τὰ δ' ὅλως οὐ μιγνύουσιν ὥσπερ τὸ ἐρυσίσκηπτρον ὑπὲρ οὗ καὶ ἀρτίως ἐλέχθη.

Βρέχουσι δὲ συντιθέντες τῷ οἴνῳ τῷ εὐώδει· ἔοικε δʼ οὖν χρήσιμος εἶναι πρὸς τὰς εὐοσμίας εἴ γε καὶ οἱ μυρεψοὶ χρῶνται. Μένουσι δὲ πολὺν χρόνον αἱ συνθέσεις. Ἡ δὲ χρῆσις τούτων μὲν εἰς τὴν τῶν ἱματίων ὀσμὴν τῶν δὲ διαπασμάτων εἰς τὴν στρωμνὴν ὅπως πρὸς τὸν χρῶτα προσπίπτῃ· καὶ γὰρ ἅπτεται μᾶλλον καὶ ἐμμονώτερον τοῦτο καὶ ὥσπερ ἀντʼ ἐκείνου τοῦτο ποιοῦσιν. Οἱ δὲ πρότερον ἐνέβαλον οἴνῳ καταβρέχοντες εὐώδει πρὸς τὸ παραιρεῖσθαι τὴν ὀσμὴν, ἔνια δὲ καὶ μελικράτῳ καὶ οἴνῳ μιγνύντες ἀνέδευον, τὰ δὲ καὶ αὐτῷ τῷ μελικράτῳ. Τὸ γὰρ ὅλον ἄμφω ταῦτα συνεργεῖ πρὸς εὐοσμίαν. Διαμένουσι δὲ αἱ συνθέσεις. Φανερὸν δʼ ἐκ τούτων ὅπερ καὶ πρότερον ἐλέχθη διότι τὰ ξηρὰ καὶ εὐοσμότερα πρὸς ἄλληλα μιχθέντα ταῖς ὀσμαῖς.

(59 (61)) Εὐλόγως δὲ τὰ μύρα φαρμακώδη διὰ τὴν τῶν ἀρωμάτων δύναμιν· καὶ γὰρ τὰ ἀρώματα τοιαῦτα. Δηλοῖ δὲ τά τε καταπλάσματα καὶ ἃ δή τινες μαλάγματα καλοῦσιν οἵας ἀποδείκνυται δυνάμεις τά τε φύματα καὶ τὰ ἀποστήματα διαχέοντα καὶ ἄλλα πλείω τῶν κατὰ τὸ σῶμα διαλλοιοῦντα ἐπιπολῆς μὲν ἀλλὰ καὶ τὰ ἐν βάθει οἷον ἄν τις καταπλάσῃ τὰ ὑποχόνδρια καὶ τὸ στῆθος εὐθὺς σὺν τοῖς ἐρυγμοῖς ἀποδίδωσιν εὐώδεις τὰς ὀσμάς.

(60 (62)) Ἔνια δὲ καὶ εἰς οὔρησιν ἄγει συνεξόζειν ποιοῦντα αὐτά. Ἔτι δὲ τούτου μεῖζον ὅτι καὶ ἀπὸ τῆς κεφαλῆς ἄν τις καταπλάσῃ δίδωσι τὴν ὀσμὴν εἰς τὰ οὖρα τὰ ἀπὸ τῶν ἀρωμάτων. Ἐπεί γε κοιλίαν κινεῖ καὶ ἡ ἴρις ὥσπερ ἐλέχθη. Πάντα δὲ ταῦτα ποιεῖ καθάπερ πολλάκις εἴρηται διὰ τὸ τὰ φύσει στρυφνὰ καὶ ὑπόπικρα θερμαντικὰ καὶ εὐδίοδα πρὸς τοὺς πόρους εἶναι. Τμητικὰ γὰρ ὄντα καὶ θερμαντικὰ καὶ στύφειν ἅμα καὶ θερμαίνειν δυνάμενα

καὶ ἐξάγειν καὶ ἐκπέττειν δύναται καὶ τὸ ὅλον ἀλλοιοῦν καὶ μεταβάλλειν.