De Odoribus

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Τοῦ ῥοδίνου δὲ αἱ μίξεις καὶ ἐν ταῖς ὀσμαῖς καὶ ἐν τοῖς χυμοῖς ἐὰν ἡρμοσμέναι τυγχάνωσιν ἔχουσί τινα χρείαν, αἱ μὲν ἀφαιροῦσαι τὴν βαρύτητα καὶ τὴν ἰσχὺν, αἱ δʼ εὐοδμίαν τινὰ αἱ δὲ γλυκύτητα ἐμποιοῦσαι καθάπερ καὶ ἐπὶ τῶν οἴνων. Καὶ γὰρ ὁ ἐν Θάσῳ ὁ ἐν τῷ πρυτανείῳ διδόμενος, θαυμαστός τις ὡς ἔοικε τὴν ἡδονὴν, ἠρτυμένος ἐστίν· ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν μὲν ὀσμὴν ἀπʼ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον.

Συμβαίνειν δὲ τοῦτο καὶ κατὰ τὰς τῶν οἴνων μίξεις· οἷον ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν ἡρακλεώτην καὶ τὸν ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου· συμπίπτει γὰρ ἅμα τὰ κακὰ ἀλλήλων ἀφανίζειν τῇ μαο λακότητι θατέρου. Πολλὰς δὲ καὶ ἄλλας οἱ ἔμπειροι λέγουσι καὶ ἴσασι μίξεις. Ὃ καὶ ἐπὶ τῶν ὀσμῶν εὔλογον συμβαίνειν καὶ ἐπὶ τῶν χρωμάτων ἄν τις λαμβάνῃ τὰς ἁρμοττούσας μίξεις. Τοῦτο μὲν οὖν ἴδιον τοῦ ῥοδίνου.

Τὸ δὲ κοινὸν ἐπὶ πάντων ἀπόρημα τί δή ποτε ἀπὸ τοῦ καρποῦ τῆς χειρὸς ἥδιστα φαίνεται, διὸ καὶ οἱ μυροπῶλαι τοῦτο μυρίζουσι τὸ μέρος. Τὴν δʼ αἰτίαν ἐκ τοῦ ἐναντίου ληπτέον ὅτι τὸ θερμὸν ἐξίστησι καὶ ἀλλοιοῖ· ταχεῖα δʼ ἤδη ἡ αἴσθησις τοῖς μύροις ἀναμιγνυμένοις τῷ χρωτί.

Ἀπορεῖται δὲ δίοτι οἱ μὴ εἰωθότες μυρίζεσθαι μᾶλλον ἐξόζουσι τῶν συνεχῶς μυριζομένων· εἴη μὲν γὰρ ἂν λέγειν καὶ ὅτι φαντασίαι καὶ οὐκ ἀλήθειαι διὰ τὸ μὴ εἰωθός· εἰ δʼ οὖν καὶ ἀληθὲς ἔοικε τὸ μὲν οἷον συναναμίγνυσθαι πλείοσιν ὀσμαῖς ἑτέραις ὑφʼ ὧν ἀμαυροῦται, συγκαο͂̔ ταμιγνυμένου καὶ τοῦ χρωτὸς, τὸ δὲ ὥσπερ ἀκέραιον δέχεσθαι τὸ μανὸν καὶ ἐκφαίνειν τῇ αἰσθήσει χρονιζόμενον. Εἴη δʼ ἂν καὶ ἐναντίως λαβεῖν ὡς ἧττον δεχομένου διὰ τὸ ἀσύνηθες, βραδύτερον δʼ ἀναμιγνύμενα πλείω χρόνον ἐξόζειν. Καὶ τοῦτο μὲν ἔλαττον καὶ οὐ φανερῶς ὁμολογούμενον.

Ἅπτεται δὲ μάλιστα τοῦ χρωτὸς καὶ κεφαλῆς καὶ τῶν ἄλλων καὶ πλεῖστον χρόνον ἐμμένει τὰ ἰσχυρότατα ταῖς ὀσμαῖς, οἷον μεγαλεῖον, αἰγύπτιον, ἀμαράκινον· τὰ δʼ ἀσθενῆ καὶ οὐ πολύοδμα κούφην ἔχοντα τὴν ἀναπνοὴν ταχεῖαν

ποιεῖ καὶ τὴν ἀπόλειψιν, ὥσπερ τό τε ῥόδινον καὶ ἡ κύπρος.

Ἔνια δὲ καὶ εἰς τὴν ὑστεραίαν οὐ χεῖρον ὄζει, διαπεπνευκυίας εἴ τις ἐνῆν βαρύτης. Τὰ δὲ καὶ ὅλως ἔμμονα μᾶλλον ὥσπερ ἡ νάρδος καὶ τὸ ἴρινον, πάντων δὲ μάλιστα τὰ ἰσχυρότατα. Καὶ τὰ μὲν ἔν τε τοῖς λουτροῖς καὶ τῇ ἀνέσει διατηρεῖ πως τὴν ὀσμὴν ἢ οὐ συγκακύνει· τὰ δὲ κακυνόμενα πλείω ποιεῖ δυσωδίαν αὐτῶν τῶν ἱδρώτων ὡς ἂν σήψεως τινος ἢ διαφθορᾶς γινομένης. Καὶ τὰ μὲν περὶ τῆς τῶν μύρων ποιήσεως τε καὶ δυνάμεως ἐπὶ τοσοῦτον εἰρήσθω.