Metaphysics

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

εἰ μὲν γὰρ ἐν τοῖς μαθηματικοῖς μόνοις τὰ νοητὰ καθάπερ τινές φασιν, οὔτ᾽ ἄγαν εὔσημος ἡ συναφὴ τοῖς αἰσθητοῖς, οὔθ᾽ ὅλως ἀξιοχρέα φαίνεται παντός· οἷον γὰρ μεμηχανημένα δοκεῖ δι᾽ ἡμῶν εἶναι σχήματά τε καὶ μορφὰς καὶ λόγους περιτιθέντων, αὐτὰ δὲ δι᾽ αὐτῶν οὐδεμίαν ἔχειν φύσιν. εἰ δὲ μὴ οὐχ ὥστε συνάπτειν τοῖς τῆς φύσεως ὥστ᾽ ἐμποιῆσαι καθάπερ ζωὴν καὶ κίνησιν αὐτοῖς. οὐδὲ γὰρ αὐτὸς ὁ ἀριθμὸς ὅνπερ δὴ πρῶτον καὶ κυριώτατόν τινες τιθέασιν.

εἰ δὲ ἑτέρα τις οὐσία προτέρα καὶ κρείττων ἐστὶ ταύτην πειρατέον λέγειν, πότερον μία τις κατ᾽ ἀριθμὸν ἢ κατʼ εἶδος ἢ κατὰ γένος. εὐλογώτερον δ᾽ οὖν ἀρχῆς φύσιν ἔχουσαν ἐν ὀλίγοις εἶναι καὶ περιττοῖς εἰ μὴ ἄρα καὶ πρώτοις καὶ ἐν τῷ πρώτῳ. τίς δʼ οὖν αὕτη καὶ τίνες, εἰ πλείους, πειρατέον ἐμφαίνειν ἁμωσγέπως εἴτε κατ᾽ ἀναλογίαν εἴτε κατʼ ἄλλην ὁμοίωσιν. ἀνάγκη δʼ ἴσως δυνάμει τινὶ καὶ ὑπεροχῇ τῶν ἄλλων λαμβάνειν ὥσπερ ἂν εἰ τὸν θεόν· θεία γὰρ ἡ πάντων ἀρχὴ διʼ ἧς ἅπαντα καὶ ἔστι καὶ διαμένει. τάχα μὲν οὖν ῥᾴδιον τὸ οὕτως ἀποδοῦναι, χαλεπὸν δὲ σαφεστέρως ἢ πειστικωτέρως.