Metaphysics

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

μέχρι μὲν οὖν τινὸς δυνάμεθα δι᾽ αἰτίου θεωρεῖν ἀρχὰς ἀπὸ τῶν αἰσθήσεων λαμβάνοντες. ὅταν δὲ ἐπ᾽ αὐτὰ τὰ ἄκρα καὶ πρῶτα μεταβαίνωμεν οὐκέτι δυνάμεθα, εἴτε διὰ τὸ μὴ ἔχειν αἰτίαν εἴτε διὰ τὴν ἡμετέραν ἀσθένειαν ὥσπερ πρὸς τὰ φωτεινότατα βλέπειν. τάχα δ᾽ ἐκεῖνο ἀληθέστερον

ὡς αὐτῷ τῷ νῷ ἡ θεωρία θιγόντι καὶ οἷον ἁψαμένῳ, διὸ καὶ οὐκ ἔστιν ἀπατὴ περὶ αὐτά.

χαλεπὴ δὲ καὶ εἰς αὐτὸ τοῦθ᾽ ἡ σύνεσις καὶ ἡ πίστις, ἐπεὶ καὶ ἄλλως μέγα καὶ πρὸς τὰς καθ᾽ ἕκαστα πραγματείας ἀναγκαῖον καὶ μάλιστα τὰς μεγίστας, ἐν τίνι ποιητέον τὸν ὅρον, οἷον περί τε τῆς φύσεως καὶ περὶ τὰς ἔτι προτέρας. οί γὰρ ἀπάντων ζητοῦντες λόγον ἀναιροῦσι λόγον ἅμα δὲ καὶ τὸ εἰδέναι. μᾶλλον δ᾽ ἀληθέστερον εἰπεῖν ὅτι ζητοῦσιν ὧν οὐκ ἔστιν οὐδὲ πέφυκεν ὅσοι τὸν οὐρανὸν ἀΐδιον ὑπολαμβάνουσιν.

ἔτι δὲ τὰ κατὰ τὰς φορὰς καὶ τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς ἀποστάσεις καὶ ὅσα ἄλλα ἀστρολογία δείκνυσι, τούτοις κατάλοιπον τά τε πρῶτα κινοῦντα καὶ τὸ τίνος ἕνεκα λέγειν καὶ τίς ἡ φύσις ἑκάστου καὶ ἡ πρὸς ἄλληλα θέσις καὶ ἡ τοῦ σύμπαντος οὐσία καὶ ὑποβαίνοντι δὴ πρὸς τὰ ἄλλα καθ᾽ ἕκαστον τῶν εἰδῶν ἡμέρων ἄχρι ζώων καὶ φυτῶν. εἰ οὖν ἀστρολογία συνεργεῖ μὲν οὐκ ἐν τοῖς πρώτοις δὲ τῆς φύσεως, ἕτερα τὰ κυριώτατ᾽ ἂν εἴη καὶ πρότερα· καὶ γὰρ δὴ καὶ ὁ τρόπος ὡς οἴονταί τινες οὐ φύσικὸς ἢ οὐ πᾶς. καίτοι τό γε κινεῖσθαι καὶ ἁπλῶς τῆς φύσεως οἰκεῖον καὶ μάλιστα τοῦ οὐρανοῦ. διὸ εἰ ἡ ἐνέργεια τῆς οὐσίας ἑκάστου καὶ τὸ καθ᾽ ἕκαστον ὅταν ἐνεργῇ καὶ κινεῖται καθάπερ ἐν τοῖς ζώοις καὶ φυτοῖς. εἰ δὲ μὴ, ὁμώνυμα, δῆλον ὅτι κἂν ὁ οὐρανὸς ἐν τῇ περιφορᾷ κατὰ τὴν οὐσίαν εἴη, χῶριζόμενος δὲ καὶ ἠρεμῶν ὁμώνυμος· οἷον γὰρ ζωή τις ἡ περιφορὰ τοῦ παντός.

ἆρ᾽ οὖν εἴ γε μηδ᾽ ἐν τοῖς ζώυις τὴν ζωὴν ἢ ὡδὶ ζητητέον, οὐδ᾽ ἐν τῷ οὐρανῷ καὶ τοῖς οὐρανίοις τὴν φορὰν ἢ τρόπον τινὰ ἀφωρισμένον; συνάπτει δέ πως ἡ νῦν ἀπορία καὶ πρὸς τὴν ὑπὸ τοῦ ἀκινήτου κίνησιν. ὑπὲρ δὲ τοῦ πάνθ᾽ ἕνεκά του καὶ μηθὲν μάτην, ἄλλως θ᾽ ὁ ἀφορισμὸς οὐ ῥᾴδιος

καθάπερ πλεονάκις λέγεται — πόθεν δ᾽ ἄρξασθαι χρῆν καὶ εἰς ποῖα τελευτᾶν; — καὶ δὴ τῷ ἔνια μὴ δοκεῖν ἔχειν οὕτως ἀλλὰ τὰ μὲν συμπτωματικῶς τὰ δ᾽ ἀνάγκῃ τινὶ καθάπερ ἔν τε τοῖς οὐρανίοις καὶ ἐν τοῖς περὶ τὴν γῆν πλείοσι.

τίνος γὰρ ἕνεκα αἱ ἔφοδοι καὶ ἀνάρροιαι θαλάττης ἢ τίνος αἰ προχωρήσεις ἢ ἀναξηράνσεις τῆς ὑγρότητος καὶ ὅλως πρὸς ἄλλοτ᾽ ἄλλο μεταβολαὶ καὶ φθοραὶ καὶ γενέσεις, ἢ αἱ μὲν ἐν αὐτῇ τῇ γῇ ἀλλοιώσεις καὶ μεταβολαὶ γίγνονται πρὸς ἄλλοτ᾽ ἄλλο μεθισταμένων; καὶ ἕτερα δ᾽οὐκ ὀλίγα παρόμοια τούτοις. ἔστι δ᾽ ἐν αὐτοῖς τοῖς ζώοις τὰ μὲν ὥσπερ μάταια καθάπερ τοῖς ἄρρεσιν οἱ μαστοὶ καὶ τοῖς θήλεσιν ἡ πρόεσις εἴπερ μὴ συμβάλλεται, καὶ πώγωνος δ᾽ ἐνίοις ἢ ὅλως τριχῶν ἔκφυσις ἔν τισι τόποις· ἔτι δὲ κεράτων μεγέθη καθάπερ τῶν ἐλάφων· τοῖς δὲ καὶ λελωβημένοις κινήσει τε καὶ παραιωρήσει καὶ ἐπιπροσθήσει τῶν ὀμμάτων· καὶ ὡς ἔνια δὴ βίᾳ ἢ παρὰ φνσιν ὥσπερ ὁ ἐρωδιὸς ὀχεύει καὶ τὸ ἡμερόβιον ζῇ καὶ ἕτερα οὐκ ὀλίγα λάβοι τις ἂν τοιαῦτα.

καὶ τὸ μέγνστον δὴ καὶ μάλιστα δοκοῦν περὶ τὰς τροφὰς καὶ γενέσεις τῶν ζώων· οὐθενὸς γὰρ ταῦθ᾽ ἕνεκα ἀλλὰ συμπτώματα καὶ δι᾽ ἑτέρας ἀνάγκας. ἔδει γὰρ εἴπερ τούτων χάριν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως. ἔτι δ᾽ἐν τοῖς φυτοῖς καὶ μᾶλλον τοῖς ἀψύχοις ὡρισμένην τιν᾽ ἔχουσι φύσιν, ὥσπερ δοκοῦσι καὶ μορφαῖς καὶ εἴδεσι καὶ δυνάμεσι, τίνος ἕνεκα ταῦτα ζητήσειεν ἄν τις. αὐτὸ γὰρ τοῦτο ἄπορον τὸ μὴ ἔχειν λόγον καὶ ταῦτ᾽ ἐν ἑτέροις μὴ ποιοῦσι προτέροις καὶ τιμιωτέροις. ἦ καὶ ἔοικεν ὁ λόγος ἔχειν τι πιστὸν ὡς ἄρα τῷ αὐτομάτῳ ταῦτα καὶ τῇ τοῦ ὅλου περιφορᾷ λαμβάνει τινὰς ἰδέας ἢ πρὸς ἄλληλα διαφοράς.