Metaphysics
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
ἔχει δὲ καὶ αὐτὰ τὰ μαθήματα διαφορὰν καίπερ ὁμογενῆ πως ὄντα, διῄρηται δ᾽ ἱκανῶς. εἰ δὲ καὶ ἔνια γνωστὰ τῷ ἄγνωστα εἶναι, καθάπερ τινές φασιν, ἴδιος ἂν ὁ τρόπος εἴη, διαιρέσεως δέ τινος δεῖται· τάχα δ᾽ ἐφ᾽ ὧν ἐνδέχεται κατ᾽ ἀναλογίαν οἰκειότερον λέγειν ἢ αὐτῷ τῷ ἀγνώστῳ, καθάπερ εἴ τις τῷ ἀοράτῳ τὸ ὁρατόν. πόσοι δ᾽ οὖν τρόποι καὶ ποσαχῶς τὸ εἰδέναι πειρατέον διελεῖν.
ἡ δ᾽ ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορίσαι τί τὸ ἐπίστασθαι. χαλεπώτερον δ᾽ ἂν δόξειεν· οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν ἐν τοῖς πλεοναχῶς λεγομένοις. ἐπεὶ καὶ τοῦτ᾽ἄπορον ἢ οὐ ῥᾴδιόν γε εἰπεῖν μέχρι πόσου καὶ τίνων ζητητέ᾽ον αἰτίας ὁμοίως ἔν τε τοῖς αἰσθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα τὸ φρονεῖν. ἀρχὴ δὲ τρόπον τινὰ ἄμφω. τάχα δ᾽ ἡ μὲν ἡμῖν ἡ δ᾽ ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ δ᾽ ἡμετέρα τις ἀρχή.
μέχρι μὲν οὖν τινὸς δυνάμεθα δι᾽ αἰτίου θεωρεῖν ἀρχὰς ἀπὸ τῶν αἰσθήσεων λαμβάνοντες. ὅταν δὲ ἐπ᾽ αὐτὰ τὰ ἄκρα καὶ πρῶτα μεταβαίνωμεν οὐκέτι δυνάμεθα, εἴτε διὰ τὸ μὴ ἔχειν αἰτίαν εἴτε διὰ τὴν ἡμετέραν ἀσθένειαν ὥσπερ πρὸς τὰ φωτεινότατα βλέπειν. τάχα δ᾽ ἐκεῖνο ἀληθέστερον
ὡς αὐτῷ τῷ νῷ ἡ θεωρία θιγόντι καὶ οἷον ἁψαμένῳ, διὸ καὶ οὐκ ἔστιν ἀπατὴ περὶ αὐτά.χαλεπὴ δὲ καὶ εἰς αὐτὸ τοῦθ᾽ ἡ σύνεσις καὶ ἡ πίστις, ἐπεὶ καὶ ἄλλως μέγα καὶ πρὸς τὰς καθ᾽ ἕκαστα πραγματείας ἀναγκαῖον καὶ μάλιστα τὰς μεγίστας, ἐν τίνι ποιητέον τὸν ὅρον, οἷον περί τε τῆς φύσεως καὶ περὶ τὰς ἔτι προτέρας. οί γὰρ ἀπάντων ζητοῦντες λόγον ἀναιροῦσι λόγον ἅμα δὲ καὶ τὸ εἰδέναι. μᾶλλον δ᾽ ἀληθέστερον εἰπεῖν ὅτι ζητοῦσιν ὧν οὐκ ἔστιν οὐδὲ πέφυκεν ὅσοι τὸν οὐρανὸν ἀΐδιον ὑπολαμβάνουσιν.