Metaphysics

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

ἐπιποθεῖ δέ τινα καὶ τὰ τοιάδε λόγον πῶς ποτὲ τῶν ὄντων ὁ μερισμὸς εἰς ὕλην καὶ μορφήν· πότερον ὡς τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν, δυνάμει μὲν ὂν καὶ ἀγόμενον εἰς ἐνέργειαν; ἢ ὂν μὲν, ἀόριστον δὲ καθάπερ ἐν ταῖς τέχναις, ἡ δὲ γένεσις τῆς οὐσίας ἕνεκα τὸ μορφοῦσθαι κατὰ τοὺς λόγους. ἀλλ᾽ οὕτω γ᾽ εἰς μὲν τὸ βέλτιον τάχ᾽ ἂν ἡ μετάβασις εἴη, τὸ δ᾽ εἶναι οὐθὲν ἂν ἦττον ἀληθὲς ὑπάρχοι κατ᾽ αὐτὴν — οὐ γὰρ ἂν οὐδὲ γίγνοιτο μὴ ὑπαρχούσης —, ἀλλὰ τὸ μήτε τόδε μήτε ποιὸν μήτε ποσὸν, ὡς ἀόριστον τοῖς εἴδεσι δύναμιν δέ τιν᾽ ἔχον. ὅλως δὲ κατ᾽ ἀναλογίαν ληπτέον ἐπὶ τὰς τέχνας καὶ εἴ τις ὁμοιότης ἄλλη.

δόξειε δ᾽ ἂν καὶ τοῦτ᾽ ἔχειν ἀπορίαν, εἴ μὴ ἄρα περιεργίαν τοῦ ζητεῖν τί δή ποτε ἡ φύσις καὶ ἡ ὅλη δ᾽ οὐσία τοῦ παντὸς ἐν ἐναντίοις ἐστὶ,

καὶ σχεδὸν ἰσομοιρεῖ τὸ χεῖρον τῷ βελτίονι, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐστὶν, ὥστε δοκεῖν καὶ Κύριπίδην καθόλου λέγειν ὡς οὐκ ἂν γένοιτο χωρὶς ἐσθλά. ὁ δὲ τοιοῦτος λόγος ἐγγὺς τοῦ ζητεῖν ὅτι οὐ πάντ᾽ ἀγαθὰ οὐδὲ πάντα ὅμοια· καὶ ὅτι κατὰ πάντων μὲν τὸ εἶναι λέγομεν, οὐθὲν δὲ ὅμοιον ἀλλήλοις καθάπερ τὰ λευκὰ καὶ μέλανα ἐν αὐτοῖς. ἔτι δὲ τὸ δοκοῦν παραδοξότερον ὡς οὐχ οἷόν τε τὸ ὂν ἄνευ τῶν ἐναντίων. οἱ δ᾽ ἔτι πλέονι τῷ παραδόξῳ χρώμενοι καὶ τὸ μὴ ὂν μηδὲ γεγονὸς μηδὲ μέλλον προσκαταριθμοῦσιν εἰς τὴν τοῦ παντὸς φύσιν. ἀλλ᾽ ἥδε μὲν οἷον ὑπέρβατός τις σοφία.