Metaphysics

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

πειρᾶται δὲ καὶ Ἑστιαῖος μέχρι τινὸς, οὐχ ὥσπερ εἴρηται περὶ τῶν πρώτων μόνον. Πλάτων μὲν οὖν ἐν τῷ ἀνάγειν εἰς τὰς ἀρχὰς δόξειεν ἄν ἅπτεσθαι τῶν ἄλλων εἰς τὰς ἰδέας ἀνάπτων, ταύτας δ᾽ εἰς τοὺς ἀριθμοὺς, ἐκ δὲ τούτων εἰς τὰς ἀρχὰς, εἶτα κατὰ τὴν γένεσιν μέχρι τῶν εἰρημένων. οἱ δὲ τῶν ἀρχῶν μόνον. ἔνιοι δὲ καὶ τὴν ἀλήθειαν ἐν τούτοις· τὰ γὰρ ὄντα μόνον περὶ τὰς ἀρχάς. συμβαίνει δὲ τοὐναντίον ἢ ἐν ταῖς ἄλλαις μεθόδοις· ἐν ἐκείνοις γὰρ τὰ μετὰ τὰς ἀρχὰς ἰσχυρότερα καὶ οἷον τελεώτερα τῶν ἐπιστημῶν· τάχα δὲ καὶ εὐλόγως. ἔνθα μὲν γὰρ τῶν ἀρχῶν ἐν δὲ ταῖς λοιπαῖς ἀπὸ τῶν ἀρχῶν ἡ ζήτησις.

πῶς δέ ποτε χρὴ καὶ ποίας τὰς ἀρχὰς ὑποθέσθαι τάχ᾽ ἂν ἀπορήσειέ τις, πότερον ἀμόρφους καὶ οἷον δυναμικὰς ὥσπερ

ὅσοι πῦρ καὶ γῆν, ἢ μεμορφωμένας ὡς μάλιστα δέον ταύτας ὡρίσθαι καθάπερ ἐν τῷ Τιμαίῳ φησίν· τοῖς γὰρ τιμιωτάτοις οἰκειότατον ἡ τάξις καὶ τὸ ὡρίσθαι. φαίνεται δὲ καὶ ἐν ταῖς λοιπαῖς σχεδὸν ἔχειν οὕτω καθάπερ τῇ γραμματικῇ καὶ μουσικῇ καὶ ταῖς μαθηματικαῖς. συνακολουθεῖ δὲ καὶ τὰ μετὰ τὰς ἀρχάς. ἔτι δὲ καὶ κατὰ τὰς τέχνας ὁμοίως αἵπερ τὴν φύσιν μιμοῦνται· καὶ τὰ ὄργανα καὶ τὰ ἄλλα κατὰ τὰς ἀρχάς. οἱ μὲν οὐν ἀμόρφους πάσας, οἱ δὲ μόνον τὰς ὑλικάς· οἱ δ᾽ ἀμφοτέρας ἐμμόρφους, καὶ τὰς τῆς ὕλης, ὡς ἐν ἀμφοῖν τὸ τέλεον·

οἷον γὰρ ἐξ ἀντικειμένων τὴν ἅπασαν οὐσίαν. ἄλογον δὲ κἀκεῖνο δόξειεν ἂν εἰ ὁ μὲν ὅλος οὐρανὸς καὶ ἕκαστα τῶν μερῶν ἅπαντ᾽ ἐν τάξει καὶ λόγῳ καὶ μορφαῖς καὶ δυνάμεσι καὶ περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὲν τοιοῦτον ἀλλ᾽ ὥσπερ σάρξ εἰκῆ κεχυμένων ὁ κάλλιστος, φησὶν Ἡράκλειτος, ὁ κόσμος. καὶ κατὰ τοὐλάχιστον δ᾽ ὡς εἰπεῖν λαμβάνουσιν ὁμοίως ἐν ἀψύχοις καὶ ἐμψύχοις. ὡρισμέναι γὰρ ἑκάστων αἱ φύσεις ὡς εἰπεῖν καίπερ αὐτομάτως γινομένων, τὰς δ᾽ ἀρχὰς ἀορίστους εἶναι. χαλεπὸν δὲ πάλιν αὐτὸ τὸ τοὺς λόγους ἑκάστοις περιθεῖναι πρὸς τὸ ἕνεκά του συνάγοντας ἐν ἅπασι καὶ ἐν ζώοις καὶ φυτοῖς καὶ ἐν αὐτῇ πομφόλυγι· πλὴν εἰ συμβαίνει τῇ ἑτέρων τάξει καὶ μεταβολῇ μορφὰς παντοίας καὶ ποικιλίας γίγνεσθαι τῶν τε περὶ τὸν ἀέρα καὶ τὴν γῆν. ὦν δὴ μέγιστόν τινες παράδειγμα ποιοῦνται τὰ περὶ τὰς ὥρας τὰς ἐτείους ἐν αἷς καὶ ζώων καὶ φυτῶν καὶ καρπῶν γενέσεις οἶον γεννῶντος τοῦ ἡλίου. καὶ ταῦτα μὲν ἐνταῦθα που ζητεῖ τὴν σκέψιν, ἀφορισμὸν ἀπαιτοῦνμέχρι πόσου τὸ τεταγμένον, καὶ διὰ τί πλέον ἀδύνατον ἢ εἰς τὸ χεῖρον μετάβασις.

ἐν δὲ ταῖς ἀρχαῖς ὅθεν δὴ καὶ ὁ πρῶτος λόγος εἰκότως ἄν τις καὶ

τὸ περὶ τῆς ἠρεμίας ἀπορήσειεν. εἰ μὲν γὰρ ὡς βέλτιον ἀνάψειεν ἂν ταῖς ἀρχαῖς, εἰ δ᾽ ὡς ἀργία καὶ στέρησις τῆς κινήσεως οὐκ ἀνάψει. ἀλλ᾽ εἴπερ, τὴν ἐνέργειαν ἀντιμεταλλακτέον ὡς προτέραν καὶ τιμωτέραν τὴν δὲ κίνησιν ἐν τοῖς αἰσθητοῖς· ἐπεὶ τό γε διὰ τοῦτ᾽ ἠρεμεῖν ὡς ἀδύνατον ἀεὶ κινοῦν εἶναι τὸ κινοῦν ἄτοπον· οὐ γὰρ ἂν εἴη κίνδυνος πρῶτον μὴ λογοειδὲς καὶ ἄλλως οὐκ ἀξιόπιστον ἀλλὰ μείζω τινὰ αἰτίαν ζητεῖ. δοκεῖ δὲ καὶ ἡ αἴσθησις τρόπον τινὰ συναυδᾶν ὡς ἐνδεχόμενον μὴ ἀεὶ τὸ κινοῦν ἕτερον εἶναι καὶ ὃ κινεῖ διὰ τὸ ποιεῖν καὶ πάσχειν. ἔστι δὲ ἄν τις ἐπ᾽ αὐτὸν ἄγῃ τὸν νοῦν καὶ τὸν θεόν. ἄτοπον δὲ καὶ τὸ ἕτερον λεχθὲν ὡς οὐ μιμοῦνται τὰ ὀρεγόμενα τοῦ ἠρεμοῦντος· εἰ γὰρ αὐτοῖς οὖσιν ἀκολουθείη τῶν ἄλλων. πλὴν ἴσως οὐχ ὁμοίως ληπτέον ὡς εἰς τὸ ἀμερὲς ἄγοντας ἀλλ᾽ ὅπως ὅτι μάλιστα σύμφωνον ἑαυτῷ καὶ ἀπηρτισμένον ὡς ἂν πόλις ἢ ζῶον ἢ ἄλλο τι τῶν μεριστῶν, ἢ καὶ ὁ ὅλος οὐρανὸς ὃν δή φασιν εἶναι τελεώτατον.

ἐπιποθεῖ δέ τινα καὶ τὰ τοιάδε λόγον πῶς ποτὲ τῶν ὄντων ὁ μερισμὸς εἰς ὕλην καὶ μορφήν· πότερον ὡς τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν, δυνάμει μὲν ὂν καὶ ἀγόμενον εἰς ἐνέργειαν; ἢ ὂν μὲν, ἀόριστον δὲ καθάπερ ἐν ταῖς τέχναις, ἡ δὲ γένεσις τῆς οὐσίας ἕνεκα τὸ μορφοῦσθαι κατὰ τοὺς λόγους. ἀλλ᾽ οὕτω γ᾽ εἰς μὲν τὸ βέλτιον τάχ᾽ ἂν ἡ μετάβασις εἴη, τὸ δ᾽ εἶναι οὐθὲν ἂν ἦττον ἀληθὲς ὑπάρχοι κατ᾽ αὐτὴν — οὐ γὰρ ἂν οὐδὲ γίγνοιτο μὴ ὑπαρχούσης —, ἀλλὰ τὸ μήτε τόδε μήτε ποιὸν μήτε ποσὸν, ὡς ἀόριστον τοῖς εἴδεσι δύναμιν δέ τιν᾽ ἔχον. ὅλως δὲ κατ᾽ ἀναλογίαν ληπτέον ἐπὶ τὰς τέχνας καὶ εἴ τις ὁμοιότης ἄλλη.

δόξειε δ᾽ ἂν καὶ τοῦτ᾽ ἔχειν ἀπορίαν, εἴ μὴ ἄρα περιεργίαν τοῦ ζητεῖν τί δή ποτε ἡ φύσις καὶ ἡ ὅλη δ᾽ οὐσία τοῦ παντὸς ἐν ἐναντίοις ἐστὶ,

καὶ σχεδὸν ἰσομοιρεῖ τὸ χεῖρον τῷ βελτίονι, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐστὶν, ὥστε δοκεῖν καὶ Κύριπίδην καθόλου λέγειν ὡς οὐκ ἂν γένοιτο χωρὶς ἐσθλά. ὁ δὲ τοιοῦτος λόγος ἐγγὺς τοῦ ζητεῖν ὅτι οὐ πάντ᾽ ἀγαθὰ οὐδὲ πάντα ὅμοια· καὶ ὅτι κατὰ πάντων μὲν τὸ εἶναι λέγομεν, οὐθὲν δὲ ὅμοιον ἀλλήλοις καθάπερ τὰ λευκὰ καὶ μέλανα ἐν αὐτοῖς. ἔτι δὲ τὸ δοκοῦν παραδοξότερον ὡς οὐχ οἷόν τε τὸ ὂν ἄνευ τῶν ἐναντίων. οἱ δ᾽ ἔτι πλέονι τῷ παραδόξῳ χρώμενοι καὶ τὸ μὴ ὂν μηδὲ γεγονὸς μηδὲ μέλλον προσκαταριθμοῦσιν εἰς τὴν τοῦ παντὸς φύσιν. ἀλλ᾽ ἥδε μὲν οἷον ὑπέρβατός τις σοφία.