On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Ληπτέον δὲ εἰς ταῦτα τὸ μικρῷ πρότερον εἰρημένον, ὃ καὶ τῇ αἰσθήσει φανερὸν, ὡς ἐν ὑποκειμένῳ πως ἡ φύσις αὐτοῦ καὶ τὸ ὃλον ἀλλοιουμένῳ καὶ πάσχοντι. τούτου γὰρ τεθέντος εὐοδοίη ἂν καὶ ἡ γένεσις καὶ ἡ φθορά. γεννᾷ μὲν γὰρ τῷ ἐπὶ πλεῖον ἀεὶ προϊέναι καῖον καὶ ἐξομοιούμενον. συμβαίνει δὲ καὶ ἀπόλειψίν τινα αὐτοῦ γίνεσθαι καταναλισκομένης

τῆς ὑγρότητος τῶν πρότερον πυρουμένων. φθείρει δὲ ὅταν πλησίον τεθῇ τὸ πλεῖον τὸ ἔλαττον, εἴτε τὴν τροφὴν ἀφαιρούμενον εἶτ᾽ οὖν ἐξαεροῦν τὴν ἀρχὴν καὶ καταμαραῖνον τῷ ὑπερισχύειν· οὔτε γὰρ ἄνευ ὑγρότητος οὐδὲν καυστὸν οὔτε ταύτης ἐνυπαρχούσης ἐὰν μὴ ἔχῃ δύναμιν τὴν ἐργασομένην.

ὁμοίως δὲ καὶ ὑπὸ τῆς πνίξεως σβέσις. καὶ γὰρ ἐνταῦθα συναθροισθὲν τῷ μὴ ἀπορρεῖν τὸ θερμὸν ἐκμαραίνει καὶ ξηραίνει τὴν ἀρχὴν ὥσπεραν θλίψιν τινὰ ποιοῦσα καὶ ἀποπίεσιν· διὸ καὶ οὐκ ἀμαθῶς τοὔνομα τὸ καταπνίγεσθαι τὸ πῦρ· καὶ γὰρ ὅλως ὁ ἀὴρ πυκνωθεὶς δύναιτ᾽ ἂν τοῦτο δρᾷν καὶ πυρωθεὶς ἔτι μᾶλλον καὶ θᾶττον. διὰ τὰς αὐτὰς δὲ καὶ παραπλησίας αἰτίας καὶ ἐν τῷ ἡλίῳ τὸ πῦρ ἧττον καίεται ἢ ἐν τῇ σκιᾷ καὶ οἱ λύχνοι φαίνουσιν ἡττον καιομένου πυρός καὶ ἀποσβέννυνται ὅλως ἐὰν ὑπὲρ τῆς φλογὸς τεθῶσι· καὶ γὰρ ἐνταῦθα κατα12μαραίνει τε καὶ κωλύει τὴν ἀρχὴν τὸ πλέον.

ἀντικειμένως δὲ τούτῳ διὰ τὴν αὐτὴν καὶ παρομοίαν αἰτίαν τὰ καιόμενα θᾶττον κατακαίεται χειμῶνος ἢ θέρους ἀσθενέστερον γὰρ ποιεῖ τὸ πῦρ τὸ θέρος ὥσπερ καὶ ὁ ἥλιος καὶ αὐτὸ τὸ πῦρ τὸ φῶς, ὁ δὲ χειμὼν καὶ τὸ τοῦ πέριξ ἀέρος ψυχρὸν ἀθροίζει, συνηθροισμένον δὲ πᾶν ἰσχυρόν· διὸ καὶ τὸ ἐν τοῖς λαμπτῆρσι φῶς ἐπὶ πλεῖον φαίνεται. ὅλως δὲ συνεστηκυῖα καὶ ἀθρόος ἡ δύναμις ἅπαντος ἰσχυροτέρα καθάπερ τοῦ βάρους· ὥσπερ γὰρ μεῖζον γίνεται.

πολλὰ δὲ τοιαῦτα ἐπὶ τοῦ θερμοῦ λαβεῖν ἔστιν οἷον καὶ τὰ ἀλειπτήρια καὶ τὰ βαλανεῖα θερμότερα χειμῶνος ἢ θέρους καὶ βορείοις ἢ νοτίοις· συνέσταλται γὰρ ἐν τῷ χειμῶνι καὶ συγκατακλείεται τὸ θερμὸν ὑπὸ τοῦ πέριξ ἀέρος. καὶ τὰ σώματα πέττει τὰς τροφὰς μᾶλλον καὶ ὅλως ἰσχυρότερα τοῖς χειμῶσίν ἐστιν ὅτι συνήθροισται καὶ ἀντιπεριέστηκε τὸ

θερμόν.

ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ τὸ ψυχρὸν ἐνιαχοῦ δοκεῖ τὸ αὐτὸ ποιεῖν τῷ θερμῷ καὶ ἁπλῶς καὶ ταῖς ὑπερβολαῖς· πέττειν τε γὰρ τοὺς καρπούς φασι τὰ ψύχη, καὶ ἀποκαίειν καὶ τὸ καῦμα καὶ τὸ ψύχος, οὐκ ἀληθῆ λέγοντες. ἀποκαίει γὰρ οὕτω καὶ πέττει τὸ ψψύχος οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς ὅτι συστέλλει καὶ συνάγει τὸ θερμὸν ἐπὶ τὸ ἐργαζόμενον ἐκεῖνο· πλέον δὲ ὂν καὶ ἰσχυρὸν μᾶλλον.

ἡ αὐτὴ δὲ αἰτία καὶ ὅτι τοῖς λειποψυχήσασι ψυχρὸν ὕδωρ προσχέουσι ψυχροῦ τοῦ πάθους ὄντος· συνάγει γὰρ καὶ ἐξιέναι κωλύει τὸ θερμὸν ἔμφραττον τοὺς πόρους καὶ καταύχον τὸ πέριξ· ἀθροῖσαι γὰρ τοῦτο δεῖ καὶ ἀνακαλέσασθαι. διὸ καὶ κατέχειν τινὲς κελεύουσι τὸ πνεῦμα τοὺς ἐκλυομένους· ἅμα γὰρ διαθερμαίνεταί τε καὶ τὸ ἐντὸς καὶ ὁ ἱδρὼς ἐμπίπτων λύει τὴν λειποθυμίαν. ψύχεται δὲ τὰ θερμὰ ἧττον ἐν τῇ σκιᾷ ἢ τῷ ἡλίῳ διὰ τὸ ψυχρότερον εἶναι τὸ περιεστηκός· ἐκθλίβεται γὰρ μᾶλλον τὸ θερμόν.

καὶ τὰ ἐκ τῆς γῆς ὕδατα θερμότερα τοῦ χειμῶνος ἢ τοῦ θέρους διὰ τὴν αὐτὴν αἰτίαν· ἔνια γὰρ καὶ ἀναζεῖ μᾶλλον. τὸ δὲ θερμαινόμενον ὕδωρ οὐχ ὁμοίως ὑπερζεῖ καὶ τοῦ θέρους, μᾶλλον θερμαινόμενον ὡς εἰπεῖν, ὅτι τὸ ὑπερζεῖν ἐστὶν ἀναβολὴ τῶν πομφολύγων· αὗται δ᾽ οὐχ ὁμοίως αἴρεσθαι δύνανται διὰ τὴν ψυχρότητα τοῦ περιέχοντος ἀέρος· θλίβει γὰρ οὗτος καὶ ὥσπερ ἐπικόπτει, διὸ καὶ ταχὺ συμπίπτουσι καὶ ἅμα τῷ τε πλήθει καὶ τοῖς ὄγκοις ἐλάττους γίνονται· τοῦ θέρους δ᾽ ἀνάπαλιν.

ὅτι δὲ ἰσχυρὸν εἰς τὸ συναγαγεῖν καὶ συναθροῖσαι τὸ θερμὸν σημεῖον καὶ τὰ τηκόμενα καὶ τὰ ῥηγνύμενα τῶν ἐλατῶν καὶ χυτῶν· καττίτερον καὶ μόλιβδον ἤδη τακῆναι ἐν τῷ Πόντῳ πάγου καὶ χειμῶνος ὄντος νεανικοῦ, χαλκὸν δὲ ῥαγῆναι. τοῦτο δὲ δῆλον ὡς διὰ τὸ ἐμπνευματωθῆναι

τὴν ὑγρότητα συστελλομένου καὶ συνιόντο τοῦ θερμοῦ. τὸ γὰρ πνεῦμα διεκπῖπτον ποιεῖ τὴν ῥῆξιν.

καὶ ὑπὸ χιόνος τῆς γῆς ἀναζύμωσις, καὶ γένεσις ἐν αὐτῇ τῇ χιόνι ζώων ἐνίων, ἁπλῶς δὲ καὶ ἡ μεταβολὴ τῶν ἐν τῇ γῇ πάντων ἀπ᾽ αὐτῶν ἀρξαμένοις τῶν ὑδάτων. ἐπειδὴ ἡ ἀναθυμίασις καὶ ὁ ἀτμὸς πλείω οὐ μόνον διὰ τὴν φαντασίαν ἀλλὰ καὶ διὰ τὸν ἀθροισμὸν τοῦ θερμοῦ καὶ διὰ τὴν ἀντιπερίστασιν ἅμα καθυγραινομένης τῆς γῆς. τοῦτο μὲν οὖν φανερὸν ἐπὶ πολλῶν, ὅτι καὶ ἰσχύει μᾶλλον ἠθροισμένον καὶ ἀσθενέστερον γίνεται διακεχυμένον.

ἓν δέ τι τῶν ὑπὸ τοῦτο καὶ τὸ διαμένειν ἐστὶ τὸ πῦρ ἐγκρυφθέν· περιστέγει γὰρ ἡ τέφρα καὶ κωλύει τὸν ἀέρα τὸν ἔξωθεν προσπίπτοντα σβεννύναι, σβεννύει γὰρ τὸ ψυχρὸν, καὶ τὴν ἀπορροὴν μὴ γίγνεσθαι τὴν τοῦ πυρός· καὶ γὰρ οὕτως ἐκμαραίνεται καταναλισκομένου τοῦ ὑγροῦ· μηδ᾽ αὐγὴν, εἴ τις ἄρ᾽ ἐστὶ, συναθροίζεσθαι καθάπερ πρὸς τοῦ πνιγέος, ἀλλ᾽ ἔχειν δίοδον ἱκανήν. τὸ δὲ δοκοῦν ὑπεναντίον εἶναι τούτῳ διότι μὴ ἐγκρυφθὲν θᾶττον φθείρεται ἢ ἀφαιρούντων τὴν τέφραν ἢ ὑφαιρούντων οὐκ ἔστιν ὑπεναντίον· διὰ γὰρ τὴν ὀλιγότητα τὴν αὐτῆς οὕτε κωλύειν δύναται τὸν ἀέρα προσπίπτειν οὔτε πάλιν εἰς τὴν ἀπορροὴν ἰέναι τοσαύτην ὥστε ἀμύνεσθαι καὶ κρατεῖν τοῦ προσπίπτοντος, ὅπερ εἰ γυμνὸν ἦν ἐποίει ἂν μᾶλλον· ὥστ᾽ εὐλόγως ἀναλίσκεται