On Fire
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
ὡσαύτως δὲ καὶ τὰ ξύλα κᾳόμενα τὰ μὲν ῥήγνυται καὶ πηδᾷ τὰ δὲ συνεχὴ ποιεῖ τινὰ ψόφον. καλοῦσι δὲ οἱ μὲν γελᾷν τὸν Ἥφαιστον οἱ δ᾽ ἀπειλεῖν· ἀεὶ γὰρ καὶ ἐνταῦθα διαιρουμένου τοῦ ὑγροῦ καὶ ἀθρόου φερομένου μετὰ βίας ὁτὲ μὲν ῥῆξις γίνεται καὶ πήδησις, ὁτὲ
δὲ συνεχὴς ψόφος καὶ φλόγωσις. ὃ καὶ αὐτὸ ποιεῖτρόπον τινὰ τὸ πῦρ ὥσπερ ἐν φρέατι πνεύματος ὄντος ἅτεὉ δὲ καπνὸς ἧττον λυπεῖ ὅταν ἐν τῷ αὐτῷ πῦρ ᾖ. διὸ καὶ οἱ ἐν τοῖς σπηλαίοις πολιορκούμενοι τῷ καπνῷ πῦρ ἐὰν ἔχωσιν οὐδὲν πάσχουσι· σβέννυσι γὰρ τὸ ἐν τῷ καπνῷ θερμὸν τὸ πῦρ. ἐπεὶ πέφυκε τὸ πλεῖον τὸ ἔλαττον μαραίνειν, σβεννυμένου δὲ φθείρεται καὶ ὁ καπνός. διὸ καὶ ὁ ἥλιος ὥσπερ τὸ πῦρ βοηθεῖ πρὸς τὸ μὴ καπνίζεσθαι. τὸν δ᾽ ἐν ἐφικτῷ καὶ προσπίπτοντα ἐκπυροῖ. διὰ τοῦτο καὶ οἱ ἐγγὺς τοῦ πυρὸς ἧττον ἐνοχλοῦνται· καὶ γὰρ τοῦτο ποιεῖ καὶ ἀναφέρει καὶ ἀνωθεῖ πορρωτέρω.
διὰ τὸ αὐτὸ δὲκαὶ τὸ πολὺ πῦρ ἄκαπνον ὅτι φλογοῦται καὶ ἐξισχύεται πολλοῦ πυρὸς ὄντος· ὅταν γὰρ πλέον τὸ καιόμενον, ἔλαττον τὸ καπνιζόμενον, ἐξαφθέντος ἤ θυμιωμένου. καὶ ἐπὶ τῶν ζηρῶν ξύλων πυκνῶν συντιθεμένων ἄνωθεν οἱ ἄνθρακες ἐπιβαλλόμενοι ποιοῦσιν ἀκαπνότερον, ὅτι ἐκφλογοῦται πᾶς ὁ καπνὸς ἐμπίπτων εὐθὺς εἰς τὸ πῦρ καὶ τῇ πυκνότητι κατακλειόμενος.
δύσκαπνα δὲ τῶν ξύλων τά τε χλωρὰ καὶ τὰ σκολιὰ καὶ τὰ ταινιώδη καθάπερ ὁ φοῖνιξ· εὔϊνον γὰρ δεῖ καὶ εὐδιαίρετον εἶναι τῇ φλογί. διὸ καὶ τὰ ἐσχισμένα τῶν ἀσχίστων εὐκαυστότερα· κωλύει γὰρ ὁ φλοιός. καὶ ἐάν τις κινῇ καὶ μετατιθῇ καιόμενα καπνωδέστερα, ὅτι συμβαίνει τὰ μὲν μεταστραφέντα σβεννύεσθαι τὰ δὲ μὴ καίεσθαι προσπίπτοντος ἄρτι τοῦ πυρὸς ἀλλ᾽ ὅλα καπνίζειν· ἔνια δὲ καὶ τῶν εὐκαύστων περιφλοϊσθέντα πολὺ καυστότερα γίνεται καθάπερ τὰ ἐλάϊνα. διὸ καὶ οὐ πολύν χρόνον φασὶ δεῖν φυσᾷν ἐὰν μὴ πλῆθος ᾖ ξύλων. ἡ δὲ δριμύτης τοῦ καπνοῦ κατὰ τὴν ὑγρότητα τὴν κάστου, διὸ καὶ ἀπὸ τῶν συκίνων δριμύς· ὀπωδέστατον
γάρ. ὁ δὲ τῆς δᾷδος καὶ πεύκης οὐ δηκτικὸν ὅτι πίων καὶ ἐλαιώδης ὥσπερ ὁ καπνὸς συκινὸς? οὐχ ἔχων οὐδὲν τραχὺ καὶ