On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

πρὸς Ἀρκτοῦρον μὲν οὖν ἄμφω ταῦτ᾽ ἐστίν· καὶ γὰρ ἡ ὥρα θερμοτέρα καὶ ὁ χυλὸς ἀμιγέστερος. μετ᾽ Ἀρκτοῦρον δ᾽ ἐναντίως· αὔξεται γὰρ ἡ σάρξ τότε καὶ τελεοῦται. ὅτι δ᾽ οὐκ ἐν πλήθει τροφῆς οὐδ’ ἐν εὐσαρκίᾳ τῶν ἐλαῶν τὸ τοῦ ἐλαίου πλῆθος ἐκ πολλῶν φανερόν· αἵ τε γὰρ ἐπομβρίαι ποιοῦσιν ἔλαττον αἵ τ᾽ ἀρδόμεναι χεῖρον ῥέουσιν· ὧν δὲ ἡ σάρξ πολλὴ ὁ δὲ πυρὴν μικρὸς ὀλιγοέλαιοι καθάπερ αἱ φαυλίαι ὡς ἐνταῦθα τῆς φύσεως κεκμηκυίας.

οὐδὲ δὴ ἐν τοῖς ψυχροῖς ἴσχουσιν ἀλλὰ σάρκα πολλήν. ὃ καὶ ἀποροῦσιν διὰ τί ἡ μὲν ἄμπελος ἐν τοῖς χειμεριωτάτοις ἔχει χυλὸν ἡ ἐλάα δ᾽ οὔ. αἴτιον δὲ τό τε νῦν εἰρημένον ὅτι εἰς τὴν σάρκα ἡ δύναμις τοῦ βότρυος δ᾽ ὁ χυλὸς ἐν αὐτῇ τῇ σαρκὶ καὶ ἔτι πρότερον ἴσως καὶ κυριώτερον ὅτι ἡ θερμότης ἡ ποιοῦσα τοὔλαιον ἀσθενής· ἦρι μὲν γὰρ οὐ γίνεται, τὸ δὲ θέρος οὐ καλὸν ἀλλὰ τὸ μετόπωρον, οὐκέτι δὲ δύναται ἐν τούτῳ κατακρατεῖν ὁ ἥλιος, ὃ καὶ σημεῖον ἄν τις λάβοι διὰ τί τοῦ θέρους γίνεται· τὸν μὲν γὰρ οἰνώδη καὶ ὑδατώδη χυλὸν δύναται τὸ ψύχος ἐκπέττειν τὸν ἐλαιώδη δ᾽ ἀδύνατον.

τὰ ὕδατα δὲ τὰ ἐκ διὸς γινόμενα καὶ τὰ ἐκ τῶν ὀχετῶν ἄρδοντα τὴν σάρκα πληθύει καθάπερ εἴρηται τὸ δ᾽ ἔλαιον ἄμικτον ὥσπερ καὶ ὅταν τοῦ περικαρπίου χωρισθῇ. ἐν Αἰγύπτῳ δὲ τὸ μὲν τῶν αἰγυπτίων καλουμένων ἐλαῶν γένος τῶν πολυσάρκων τε καὶ μεγάλων ἀνέλαιόν ἐστι θάτερον δ᾽ ἐλαιῶδες· πολλὰ γὰρ εἴδη ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται. περὶ μὲν οὖν τῆς τοῦ ἐλαίου γενέσεως τοιαύτην τιν᾽ ὑποληπτέον τὴν αἰτίαν. περὶ δὲ τῶν ἄλλων τῶν λιπαρῶν περὶ τούτου συμφωνεῖται

ἐκ πάντων.

εἰ δ᾽ ἔνια κατ᾽ ἄλλην ὥραν διαιρετέον ἢ τὰς φύσεις ἑκάστων ἢ ποῖόν τι τὸ λιπαρὸν ἢ τὸν τρόπον τῆς γενέσεως· πλὴν εἰ χρονιζόμενα καθάπερ τὰ καρυώδη· ταῦτα γὰρ δύναμιν μὲν ἔχει καθάπερ ἐλέχθη τὴν δ᾽ ἐνέργειαν ὁ χρόνος ἀποδίδωσι τοῦ μὲν ὑδατώδους ἀπογινομένου τοῦ λιπαροῦ δὲ ξυνισταμένου καὶ πεττομένου. τῶν δὲ καὶ κομιδῆ ξηρά τις ἡ λιπαρότης εἰ μὴ ἄρα καὶ ἀντιπεριϊστάμενον τὸ θερμὸν ἔν τισιν ἐνδέχεται ταὐτὸ τοῦτο ποιεῖν.