On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Αἱ δὲ γενέσεις τῶν χυμῶν ἐν τοῖς εἰρημένοις τρόποις ἢ ἐκ τοῦ εἴδους εἰς εἶδος ἢ ἐκ τῶν ἐναντίων εἰς τοὺς ἐναντίους ἀλλοιουμένων. κοινὴ δ᾽ ἡ ὕλη πάντων τὸ ὑγρόν· ἀλλοιοῖ δὲ καὶ ποιεῖ τὸ θερμὸν τὸ ἐν αὐτῷ καὶ τὸ τοῦ ἡλίου. τοῦτο γὰρ ὥσπερ εἴρηται μάλιστα τῶν φυτῶν οἰκεῖον οὐχ ὥσπερ τῶν ζώων τὸ ἐν αὐτοῖς· ἐπεὶ μεταβολαί γε καὶ ἀλλοιώσεις καὶ ἐν ἐκείνοις εἰσὶ τῶν χυλῶν.

Δημοκρίτῳ μέν γε πῶς ποτε ἐξ ἀλλήλων ἡ γένεσις ἀπορήσειεν ἄν τις. ἀνάγκη γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρχόντων τῶν τε τοῦ στρυφνοῦ καὶ ὀξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι τὰ τῶν πρότερον ἀεὶ θάτερα δὲ ὑπομένειν τὰ οἰκεῖα καθ᾽ ἕκαστον, ἢ τρίτον τὰ μὲν ἐξιέναι τὰ δ᾽ ἐπεισιέναι. ἐπεὶ δ᾽ ἀδύνατον μετασχηματίζεσθαι, τὸ γὰρ ἄτο

μον ἀπαθὲς, λοιπὸν τὰ μὲν εἰσιέναι τὰ δ᾽ ἐξιέναι ἢ τὰ μὲν ὑπομένειν τὰ δ᾽ ἐξιέναι. ἄμφω δὲ καὶ ταῦτα ἄλογα· προσαποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν. ἀλλὰ γὰρ τούτου μὲν ὑπὲρ πλειόνων ἴσως ὁ λόγος· ἁπάντων γὰρ οὕτω ποιεῖ τὰς γενέσεις οἷον οὐσίας ποσοῦ ποιότητος.

τῶν δ᾽ ἄλλων ἡ ὑπὸ τοῦ θερμοῦ πέψις γινομένη τὰ μὲν ἐκκρίνει καὶ διατμίζει τὰ δὲ παχύνει καὶ συνίστησι τὰ δὲ λεπτύνει τὰ δ᾽ ὡς ἁπλῶς εἰπεῖν ἀλλοιοῖ καθάπερ καὶ ἐν τοῖς πυρουμένοις. ὅλως δὲ τοῦτο ληπτέον ὅτι πάντες ἐνυπάρχουσιν οἱ χυμοὶ δυνάμει προσιούσης δὲ μεταβολῆς τότε γίνεσθαι καὶ εἶναι κατ᾽ ἐνέργειαν· πεφθέντων δ᾽ οἱ μὲν εὐθὺς φανεροὶ τῇ αἰσθήσει καθάπερ ὁ γλυκὺς καὶ ὁ λιπαρός· καὶ γὰρ ἀποπιεζόμενος οὗτός γε ἐξ ἐνίων ῥεῖ καὶ χωρισμὸς ἔκ γε τῶν πλείστων οὕτως αὐτοῦ.

οἱ δ᾽ οὐχ ὁμοίως ἔνδηλοι καθάπερ ὁ οἰνώδης ἐν τῷ μύρτῳ· ἔτι δ᾽ ἧττον ὁ λιπαρός· ἔχει γὰρ καὶ τοιοῦτον ὃς ἐφίσταται τῷ οἴνῳ σακκιζομένῳ καὶ ἀφαιροῦσιν αὐτὸν καὶ κάουσιν ἐπὶ τῶν λύχνων. ἀκρατέστεροι δὲ πάντες γίνονται χωρισθέντες τῶν περικαρπίων καὶ ὅσοι δὲ χρονίζονται μᾶλλον. τότε γὰρ ἥ τε τοῦ ὑδατώδους ἀποπνοὴ καὶ ἡ τοῦ γεώδους ὑπόστασις καὶ τὸ ὅλον ἡ τοῦ θερμοῦ τοῦ ἐν αὐτῷ δύναμις· ἐπεὶ καὶ ἀφαιρεθέντων τῶν καρπῶν ἐν αὐτοῖς τούτοις ἀλλοιοῦνται καὶ τά γε κάρυα καὶ ὅσα γε τοῦτον τὸν τρόπον ἐλαιώδη χρονιζόμενα μᾶλλον ἐξελαιοῦται διὰ τὰς εἰρημένας αἰτίας.

ᾗ καὶ φανερὸν ὥσπερ ἐλέχθη δι᾽ ὅτι δυνάμει πάντες ἐνυπάρχουσι τὰς δ᾽ ἐνεργείας αἱ ἀλλοιώσεις ποιοῦσιν. εἰσὶ δ᾽ ὥσπερ ἐν αὐτοῖς τοῖς περικαρπίοις ὡρισμέναι μεταβολαὶ χωρισθέντων ὁμοίως εἴς τε τοὺς κατὰ τὰς πέψεις καὶ εἰς τοὺς κατὰ τὰς φθοράς. μάλιστα δὲ τοῦτ᾽ ἔνδηλον ἐπὶ τοῦ οἴνου· καὶ γὰρ παριστάμενος καὶ ἐξιστάμενος καὶ οἷον γηράσκων ἐν ὡρισμένοις τισὶ

μεταβάλλει χυμοῖς· ἀλλοιωθεὶς γὰρ ὁ μὲν ὥσπερ κατὰ φύσιν ὁ παλαιούμενος ἐκπεπίκρωται. τοῦτο δὲ συμβαίνει δι᾽ ὅτι τὸ πότιμον ὁ ἀὴρ ἐξάγει καὶ τὸ περιέχον· ἀπιόντος γὰρ τούτου καταλείπεται τὸ γεῶδες καὶ πικρὸν. ὁ δ᾽ ὥσπερ βίᾳ καὶ παρὰ φύσιν εἰς τὸ ὀξὺ, τοῦτο γὰρ ἐναντίον. ἔχει δὲ καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως.

συμβαίνει δὲ τῷ οἴνῳ τὴν ἐκστατικὴν ταύτην ποιεῖσθαι φθορὰν ἐξ οὗπερ καὶ ἡ φυσικὴ γένεσις· ἐκ γὰρ τοῦ ὀξέος καὶ εἰς τὸ ὀξὺ καθάπερ εἰς τὴν ὕλην ἀναλυόμενον μεταβάλλει. καὶ ἀποκαθίστασθαι πάλιν συμβαίνει μὲν ὡσαύτως σπανίως δὲ καὶ μάλισθ᾽ ὅταν ἢ θαλαττωθῇ ἢ ἐπὶ τῆς τοῦ ἄστρου ἐπιτολῆς παρακινήσῃ· καὶ γὰρ τότε παραπλήσιον τὸ πάθος ἂν μὴ γένηται σφοδρόν· ἀλλ᾽ ὑπὲρ μὲν τῶν τοιούτων ἐν τοῖς ἑπομένοις οἰκειότερον ἐπελθεῖν.

ἡ δὲ φθορὰ καὶ ἡ ἀλλοίωσις ἐν τεταγμένοις πάθεσιν· ἐπεὶ καὶ τὸ μὲν διαφθειρόμενον ἐξυγραίνεται πολλάκις δὲ ἐξοξύνεται γηράσκον δὲ καὶ χρονιζόμενον ἀποξηραίνεται καταλειπομένου καὶ ἐνταῦθα τοῦ γεώδους. ὅλως δ᾽ αἱ φθοραὶ πάντων ἢ καταμίξει τοῦ ἀλλοτρίου ἢ ἐκλείψει τοῦ οἰκείου διὰ χρόνον. αἱ δὲ καταμιξεις ὁτὲ μὲν τῶν ἔξω τινῶν μιχθέντων ὁτὲ δὲ τῶν αὐτοῦ νοσήσαντός τινος καὶ πλεονάσαντος. τάχα δ᾽ ἀληθέστερον εἰπεῖν ὅτι κινηθέντος τινὸς καὶ διαφθαρέντος ὑπὸ τῶν ἐκτός.

οὕτως γὰρ καὶ ἡ τῶν περικαρπίων φθορὰ καὶ αὐτῶν τῶν ὑγρῶν οἷον οἴνου γάλακτος. οὐδὲν δ᾽ ἧττον τεταγμένη καὶ ἐπὶ τούτων ἡ μετάβασις· ἐναντία γὰρ πᾶσιν, αἱ δὲ ἐναντιότητες πλείους· ὥστε τοῦτο μὲν φανερόν. ἡ δὲ πέψις πάντων τῶν καρπῶν γίνεται μὲν ὑπὸ τοῦ θερμοῦ καθάπερ εἴρηται δοκεῖ δὲ τῶν ὀψικάρπων ὑπὸ τοῦ ψύχους διὰ τὴν ὥραν. πέττει γὰρ ὥσπερ ἀεὶ λέγομεν τὸ θερμὸν ἀντιπεριϊστάμενον.