On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἔχει δὲ καὶ κατὰ τὰς ὀσμὰς ὁμοίως· ἄλλαι γὰρ ἄλλοις ἐναντίαι καὶ οὐ πρόσφοροι καὶ οὐ μόνον εἰς τὸ μὴ δεῖσθαι μηδὲ ζητεῖν ἀλλ᾽ ὑπὸ τῶν ἡδίστων ἡμῖν ἀναιρεῖσθαι καθάπερ οἱ γύπες ὑπὸ τῶν μύρων καὶ οἱ κάνθαροι ὑπὸ τῶν ῥόδων. πολεμοῦσι δὲ δὴ σφόδρα καὶ

αἱ μέλιτται τοῖς μεμυρισμένοις. ὅλως μὲν γὰρ ἢ οὐδὲν ἢ βραχύ τι πάμπαν ἐστὶν ἐν τοῖς ἄλλοις ζώοις τὸ τὴν εὐωδίαν δίωκον αὐτῆς χάριν, ἀλλ᾽ εἴπερ κατὰ συμβεβηκὸς ὧν ἡ τροφὴ τοιαύτη· πρὸς ταύτην γὰρ ἦν ἡ ἐπιθυμία καὶ ταύτης.

εἰ δ᾽ ἄρα καὶ τοιοῦτόν ἐστι ἡμῖν γε οὐ σαφές. ἐπεὶ καὶ τὴν πάρδαλιν τοῖς μὲν ἄλλοις ἡδύ φασιν ὄζειν δι᾽ ὃ καὶ θηρεύειν αὐτὴν κατακειμένην καὶ ταύτῃ προσαγομένην, ἡμῖν δ᾽ οὐδεμίαν εὐωδίαν ἐμφαίνει· εἰ μὴ κἀκεῖνο ἀληθὲς ὥσπερ ἐστὶν ἀληθὲς ὅτι χειρίστην ἔχομεν πάντων τὴν ὄσφρησιν. καὶ διὰ τοῦτο ὡς εἰπεῖν πολλαὶ λανθάνοιεν ἂν ἡμᾶς ὀσμαὶ καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ τὰ κατὰ ταύτας.

ὃ δ᾽ ἄν τῳ δόξειεν ἄτοπον εἶναι τὸ τὰ ἄλλα ζῶα σαφεστέραν ἔχοντα μηδ᾽ αἰσθάνεσθαι μηδὲ κρίνειν τὰς εὐωδίας οὐκ ἔστιν ἄτοπον. τάχα μὲν γὰρ καὶ αἰσθάνονται πρὸς δὲ τὴν φύσιν αὐτῶν οὐχ ἁρμόττουσιν ἀλλὰ καὶ ἐναντίαι καθάπερ ἐπὶ τῶν γυπῶν ἐλέχθη καὶ ὡς τὰ ἔντομα πάντα ὑπὸ τοῦ ἐλαίου βαρύνεται· φεύγει γὰρ αὐτὰ τὴν ὀσμήν. ἕτερα δ᾽ ὑφ᾽ ἑτέρας τινὸς ἴσως. ἄλογον δ᾽ ἐνταῦθα δόξειεν ἂν συμβαίνειν πρὸς ἐκείνην τὴν ὑπόθεσιν εἰ ὁ λιπαρὸς τοῦ γλυκέος εἶδος ἔνια δὲ προσφιλέστατα τῷ γλυκεῖ καθάπερ οἱ κνῖπες --- οὐδὲν γὰρ τῶν οἰκείων φθαρτικὸν εἰ μὴ ταῖς ὑπερβολαῖς.

ἀλλὰ τούτου μὲν τὴν αἰτίαν ἐν τῇ δριμύτητι ληπτέον ὥσπερ καὶ τῆς ὀριγάνου καὶ τῶν τοιούτων· ἅπαντα γὰρ φεύγει. τὸ δὲ μὴ αἰσθάνεσθαι καθάπερ λέγουσιν οὐ σαφὲς ἡμῖν· εἰ μὴ ἄρα καὶ τοὺς πόρους ἐνταῦθα ἄν τις αἰτιάσαιτο καθάπερ ἔνιοι τῶν φυσικῶν τῷ ἢ ἁρμόττειν ἢ μή· δι᾽ ὃ καὶ διαιροῦσι τοῖς μεγέθεσι τὰ μὲν μικρὰ φάσκοντες τῶν τοιῶνδε αἰσθάνεσθαι τὰ δὲ μείζω τῶν τοιῶνδε μᾶλλον οὐχ ἱκανὴν οὐδ᾽ οἰκείαν ἴσως διαίρεσιν διαιροῦντες. οὐδ᾽ ἐν τοῖς πόροις ἡ αἴσθησις ἀλλὰ μᾶλλον πρὸς τὴν διάθεσιν καὶ τὴν κρᾶ

σιν τό τε πάθος ἀποδοίη καὶ τὴν ἀπάθειαν ἐν οἷς τὸ ἡδὺ καὶ τὸ λυπηρόν.

ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ἀνθρώπων· οὐ γὰρ πᾶσιν αἱ αὐταὶ προσφιλεῖς ἀλλὰ μᾶλλον ἐν ταῖς κακώδεσι καὶ βαρείαις ὧν ἔνιαί γε κοιναὶ πᾶσιν οἷον αἱ ἔκ τινων ἐκπνέουσαι χασμάτων καὶ ἄντρων θανατηφόροι τοῖς προσπελάζουσιν. εἰ δ᾽ ἄρα καὶ αὗται τοῖς ἀναπνευστικοῖς μόνον ἀλλὰ τοῦτό γε φανερὸν ὥσπερ ἐπὶ τῶν χυμῶν ὅτι καὶ ὀσμαί τινες ἑκάστοις εἰσὶν οἰκεῖαι καὶ ὅτι τὸ εὐῶδες τὸ μὴ κατὰ τὴν τροφὴν ὀλίγοις ἢ οὐδενὶ προσφιλές· εἰ δὲ δή τινι καὶ συμφέρον ἀδηλότερόν ἐστιν. ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ πλέον εἴρηται τῶν ὑποκειμένων, ὅθεν δὲ ὁ λόγος ἐκεῖσε ἐπανιτέον.

ἑκάστου τῶν χυμῶν καὶ τῶν ὀσμῶν ἐστί τις φύσις ὥσπερ καὶ τῶν ζώων ἣ πρὸς ἑκάστην διάθεσιν ἁρμόττει καὶ κρᾶσιν. οὐ μὴν ἀλλ᾽ ὥστε καθόλου καὶ κοινῶς εἰπεῖν οἱ γλυκεῖς καὶ οἱ κατὰ ταύτην τὴν συστοιχίαν τροφιμώτεροι καὶ μᾶλλόν εἰσι κατὰ φύσιν· ἐναντίωμα δέ τι τάχα δ᾽ οὐκ ἀκόλουθον ἔσται τὸ ἀνάλογον, ὅτι χυμὸς μὲν ἅπασι προσφιλὴς ὁ γλυκὺς ὀσμὴν δὲ οὐκ ἔστιν οὕτω λαβεῖν, οὕτω γε τῷ γένει λαμβάνοντας εἰ μή τις ἄρα λανθάνει διὰ τὴν ἡμετέραν ἀσθένειαν τῆς αἰσθήσεως. ἴσως δ᾽ οὐδὲ τὸ περὶ τοῦ γλυκέος εἰρημένον ἁπλῶς ἀληθές. ὑπὲρ μὲν οὖν τούτων ἀρκείτω τὰ εἰρημένα.