On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Περὶ δὲ τῶν ὀδμῶν ἐπειδὴ καὶ αὗται κατὰ μέρη γίνονται τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ὑποληπτέον· ἡ γὰρ πέψις τοῖς μὲν ἐν τῷ ἄνθει μᾶλλον τοῖς δὲ καὶ ἐν τῷ καρπῷ τοῖς δὲ καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς κλωσὶ γίνεται. τοῖς μὲν ἐν τοῖς ὑδαρέσι καὶ ὥσπερ ἐν τοῖς ἀχύλοις ἢ δριμέσιν. ἐν τοῖς ἄνθεσιν οἷον ῥόδῳ κρόκῳ καὶ τοῖς τοιούτοις. ὅσα δὲ αὐτῶν μὴ εὔχυλα καὶ ἐν ταῖς ὀσμαῖς ἐμφαίνει τινὰ βαρύτητα καθάπερ τὸ κρίνον καὶ τὸ λείριον καὶ τὰ παραπλήσια τούτοις.

ἔνια δ᾽ ὅλως οὐδ᾽ εὐοσμίαν ἀλλὰ βαρύτητα ἔχει κατὰ τὴν ὄσφρησιν καὶ φανερὸν ὡς ἀπὸ τοῦ χυλοῦ πως γίνεται καὶ οὐκ ἔστιν ἀπηρτημένον τὸ τῆς ὀσμῆς. ὅσα γὰρ ὑδαρῆ καὶ ἄχυμα καὶ ἄοσμα ὡς ἐπὶ πᾶν· ἐν δυσὶ γὰρ τούτοιν ὡς εἰπεῖν ἡ ἀοσμία τῷ τε τὸν χυλὸν ὑδαρῆ τιν᾽ ἔχειν φύσει καὶ τὸ πολὺ τὸ ὑδατῶδες. τὸ μὲν γὰρ ὥσπερ ἄμικτον τὰ δ᾽ ὑπὸ τοῦ πλήθους ἀφανίζεται δι᾽ ὃ τρόπον τινὰ καὶ τοῦθ᾽ ὥσπερ ἄμικτον· ἐν μίξει δέ τινι καὶ τὸ τῆς ὀσμῆς. ὅσα δὲ ἐν τροφῇ πλείονι καὶ βλοσυρωτέρᾳ καθάπερ τὰ λιμναῖα ταῦτα καὶ τὰς ὀσμὰς ἔχει παραπλησίας βαρείας τινὰς καὶ θολεράς.

ἐπεὶ οὖν τῶν μὲν ἐν ταῖς ῥίζαις ἡ τοιαύτη μίξις καὶ συμμετρία τῶν δ᾽ ἐν τοῖς

κλωσὶ καὶ τοῖς φύλλοις τῶν δ᾽ ἐν τοῖς καρποῖς πλείστων δ᾽ ἐν τοῖς ἄνθεσιν εὐλόγως εὔοσμα ταῦθ᾽ ἑκάστων. καὶ διὰ τοῦτ᾽ ἐν τοῖς δένδροις τὰ ἐλάττω τῶν ἀνθῶν εὔοσμα καὶ ἧττον ἐν τοῖς ἄλλοις καὶ τὸ γεῶδες πλέον καὶ ἡ ὑγρότης. εἰ δὲ μὴ ζητητέον αἰτίαν. ἴσως μὲν οὖν καθόλου καὶ ἁπλῶς εἴρηται. εἰ δὲ καθ᾽ ἕκαστον δεῖ σκοπεῖν τὰς εἰρημένας συμμετρίας οὐκ ἂν δόξαιεν ἀλόγως ἐν τῷ ἄνθει τοῖς πλείστοις· ἐνταῦθα γὰρ οἷον πρώτη καὶ ἐλαφροτάτη πέψις τοῦ ὑγροῦ ἀποξηραινομένου θ᾽ ἅμα καὶ μεταβάλλοντος·

ὅταν δ᾽ εἰς τὸν καρπὸν ἔλθῃ πλείονος τῆς ὑγρότητος οὔσης οὐκέτι διαμένει τὸ τῆς ὀσμῆς ἐφ᾽ ὧν μὴ φύσει τοιοῦτος ὁ χυλός. ὡς δ᾽ ἐπὶ τὸ πᾶν ἔν τε τῶν οἰνωδῶν τισι καρπῶν ἡ εὐοσμία, τοιοῦτο γὰρ καὶ τὸ μῆλον καὶ τὸ ἄπιον καὶ τὸ μέσπιλον· καὶ τῶν εὐστόμων διὰ δριμύτητός τινος οἷον κεδρίδος τε καὶ τερμίνθου καὶ τῶν τοιούτων· καὶ τῶν λιπαρῶν ὥσπερ ὅ τε τῆς ἐλάτης καὶ τῆς πεύκης καὶ τῆς πίτυος καὶ τῆς δάφνης.

τῶν δὲ γλυκέων οὐδεὶς ὡς εἰπεῖν ἢ ἐπὶ μικρόν· ἐπεὶ καὶ τὰ μῆλα τὰ γλυκέα πάντων ἥκιστα εὔοσμα καὶ ὅσῳ ἂν γλυκύτερα ἧττον· ἅμα δὲ καὶ ταῦτ᾽ ἔχει πως οἰνώδη τὸν χυλόν· αἴτιον δ᾽ ὅτι παχύτερος καὶ γεωδέστερος ὁ γλυκὺς χυλὸς ἄλλως τε καὶ ἐν τῷ περικαρπίῳ μεμιγμένος. ἡ δὲ ὀσμὴ λεπτοτέρου καὶ ξηροτέρου καὶ διαπνεομένων μᾶλλόν ἐστιν ὑπὲρ ὧν καὶ ὕστερον διασαφητέον.