On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ὃ καὶ ἐπὶ τοῦ σιλφίου καὶ ἄλλων δριμέων ἐστίν· ἡδὺ γὰρ τὸ φύλλον αὐτοῦ καὶ ὁ καρπὸς ἁπαλὸς ὢν διὰ τὴν ὑπάρχουσαν ὑγρότητα· σύμμετρος γὰρ ἡ δριμύτης γίνεται κραθεῖσα τῷ ὑδατώδει καὶ ποιεῖ τινα χυμόν, ἀποξηραινομένου δὲ σφοδροτέρα, καὶ ἡ τοῦ σπέρματος δ᾽ ἔτι μᾶλλον.

ὅλως δ᾽ ἐν πολλοῖς τοῦτ᾽ ἔστιν ὥστε χλωρὰ μὲν ὄντα βρωτὰ γίνεσθαι καὶ ἔχειν τινὰ χυμὸν διὰ τὸ ἀναμεμίχθαι τῷ ὑδατώδει, καταξηραινόμενα δὲ καὶ λυομένης τῆς κράσεως ἄβρωτα· καὶ γὰρ οἱ τῶν ἀμπέλων βλαστοὶ τοιοῦτοι καὶ οἱ τῶν ἀσφαράγων ἔτι δὲ ἄλλων τινῶν ἀκανθωδῶν ὄντων καὶ τῶν χεδροπῶν ἐνίων οἷον ὤχρων κυάμων καὶ ἁπλῶς ὅσα γλυκύτητά τινα ἔχει. σχεδὸν δ᾽ ἐστὶ κοινὸν

τοῦτο ἐπὶ πάντων ὧν στρυφνότεροι καὶ δριμύτεροι καὶ πικρότεροι καθ᾽ αὑτοὺς οἱ χυλοί· κεραννύμενοι γὰρ ὑπὸ τῆς φύσεως τῷ ὑδατώδει βελτίους καὶ γλυκυτέρους ποιοῦσι τοὺς χυλοὺς, ὅπερ καὶ ἐπὶ τῶν μύρτων γίνεται καὶ τῶν ῥοῶν.

εἰ δέ τις τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων τοιαύτη φύσις ἐστὶν ὥστε τοὺς μὲν καρποὺς ἀμίκτους ποιεῖν ἔχοντας τὴν οἰκείαν δύναμιν καθαρὰν τὰ δὲ φύλλα καὶ ἄλλο τι τῶν μορίων μικτὰ τούτων οὐδὲν κωλύει καθάπερ εἴρηται τὰ μὲν φύλλα βρωτὰ τὸν δὲ καρπὸν ἄβρωτον εἶναι. παραπλήσιον δέ τι τούτοις καὶ ἐπὶ τῶν ῥιζῶν τῶν ἐδωδίμων ἐστὶν ὧν τὰ μὲν φύλλα σχεδὸν ἄβρωτα διὰ τὸ ξηρὰ εἶναι καὶ ἀκανθώδη οἱ δὲ καυλοὶ ἐδώδιμοι αὐταὶ δὲ αἱ ῥίζαι καὶ ἡδεῖαι.

τῶν δ᾽ ἀνάπαλιν τὰ μὲν ἄλλα βρωτὰ καὶ ἔχοντα τιν᾽ ἡδονὴν αἱ ῥίζαι δὲ ἄβρωτοι διὰ τὸ ξυλῶδες ἢ πικρὸν ἢ ὅλως δύσχυμον ἢ ἄχυμον· διαφορὰ δὲ οὐ μικρὰ καὶ διὰ τὰς φύσεις τῶν ζώων· τὰ μὲν γὰρ ἡμῖν ἄχυμα τοῖς ἄλλοις ἔγχυμα φαίνεται διὰ τὴν ἰσχὺν καὶ τὴν κατεργασίαν· ἄλλα δὲ ἄλλοις κἀκείνων προσφιλῆ καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς διαθέσεις.

χαίρει γὰρ τὰ μὲν τοῖς ἁπαλοῖς τὰ δὲ τοῖς ξηροῖς μᾶλλον, ἔνια δὲ καὶ ἀνάπαλιν ἁπαλὰ μὲν ὄντα ἄβρωτα ξηραινόμενα δὲ ἐδώδιμα διὰ τὸ συνεκπέττεσθαι καὶ ἐκκρίνεσθαι τὸ πικρὸν ὑπὸ τοῦ ἡλίου καθάπερ τὸ σήσαμον καὶ τὸ ἐρύσιμον· τούτων γὰρ χλωρῶν ὄντων οὐδὲν ἅπτεσθαι δοκεῖ ζῶον διὰ τὴν πικρότητα καὶ δυσχυμίαν, ξηρανθέντων δὲ μᾶλλον, οἱ δὲ δὴ καρποὶ καὶ ἡδεῖς. ἀλλὰ δὴ τούτων μὲν τοιαῦταί τινες αἱ αἰτίαι.