On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἐπεὶ δ᾽ αὗται διάφοροι καὶ κατὰ χυμοὺς καὶ ἀχυμίας καὶ

ὀσμὰς καὶ ἀοσμίας ἡ δ᾽ ἀναφορὰ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἐν ταύτῃ παραλλαγὴ γίνεται τῶν μερῶν· οὐδὲν γὰρ κωλύει τὴν μὲν ἐν τοῖς φύλλοις κρᾶσιν ἐνίοτε σύμμετρον εἶναι τῇ γεύσει τὴν δ᾽ ἐν τοῖς καρποῖς ἀσύμμετρον καὶ σφοδροτέραν ἢ κατὰ στρυφνότητα καὶ αὐστηρίαν ἢ κατὰ πικρότητα καὶ ἄλλην τινὰ διάθεσιν. ὅπερ φανερὸν καὶ ἐπὶ τῶν λαχάνων ἐστί· τὰ μὲν γὰρ φύλλα σύμμετρα καὶ προσφιλῆ τὰ δὲ σπέρματα δριμέα καὶ πικρότερα καὶ ὅλον ἰσχυρότερα πρὸς τὴν αἴσθησιν ὥστε σχεδὸν ἀνάπαλιν ἔχειν καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τοῦ σίτου·

τῶν μὲν γὰρ οἱ καρποὶ χρήσιμοι τὰ δὲ φύλλα ἀχρεῖα τῶν δὲ ταῦτα μόνον χρήσιμα τὰ δὲ ἄλλα ὡς ἂν ἐν φαρμάκου λόγῳ. ὅπερ οὖν ἐπὶ τούτων οὐδὲν κωλύει εἰ καὶ ἐπὶ τῆς φιλύρας καὶ ἐπ᾽ ἄλλων δένδρων τινῶν ὁ μὲν καρπὸς ἄβρωτος τὸ δὲ φύλλον γλυκὺ καὶ βρωτόν· ἐκεῖνος μὲν γὰρ τὸ ἄκρατον ἔχων καὶ καθαρὸν τῆς φύσεως, εἴτε ξηρὸς ὢν ἄγαν καὶ ξυλώδης εἴτ᾽ αὐστηρὸς καὶ πικρὸς ἢ κακώδης ἢ καὶ ἄλλην τινὰ ἔχων δυσχέρειαν ἄβρωτος γίνεται, τὸ δὲ φύλλον ὑγρότερον ὂν καὶ ἅμα κεκραμένον ἔχει τινὰ συμμετρίαν.

ὃ καὶ ἐπὶ τοῦ σιλφίου καὶ ἄλλων δριμέων ἐστίν· ἡδὺ γὰρ τὸ φύλλον αὐτοῦ καὶ ὁ καρπὸς ἁπαλὸς ὢν διὰ τὴν ὑπάρχουσαν ὑγρότητα· σύμμετρος γὰρ ἡ δριμύτης γίνεται κραθεῖσα τῷ ὑδατώδει καὶ ποιεῖ τινα χυμόν, ἀποξηραινομένου δὲ σφοδροτέρα, καὶ ἡ τοῦ σπέρματος δ᾽ ἔτι μᾶλλον.

ὅλως δ᾽ ἐν πολλοῖς τοῦτ᾽ ἔστιν ὥστε χλωρὰ μὲν ὄντα βρωτὰ γίνεσθαι καὶ ἔχειν τινὰ χυμὸν διὰ τὸ ἀναμεμίχθαι τῷ ὑδατώδει, καταξηραινόμενα δὲ καὶ λυομένης τῆς κράσεως ἄβρωτα· καὶ γὰρ οἱ τῶν ἀμπέλων βλαστοὶ τοιοῦτοι καὶ οἱ τῶν ἀσφαράγων ἔτι δὲ ἄλλων τινῶν ἀκανθωδῶν ὄντων καὶ τῶν χεδροπῶν ἐνίων οἷον ὤχρων κυάμων καὶ ἁπλῶς ὅσα γλυκύτητά τινα ἔχει. σχεδὸν δ᾽ ἐστὶ κοινὸν

τοῦτο ἐπὶ πάντων ὧν στρυφνότεροι καὶ δριμύτεροι καὶ πικρότεροι καθ᾽ αὑτοὺς οἱ χυλοί· κεραννύμενοι γὰρ ὑπὸ τῆς φύσεως τῷ ὑδατώδει βελτίους καὶ γλυκυτέρους ποιοῦσι τοὺς χυλοὺς, ὅπερ καὶ ἐπὶ τῶν μύρτων γίνεται καὶ τῶν ῥοῶν.

εἰ δέ τις τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων τοιαύτη φύσις ἐστὶν ὥστε τοὺς μὲν καρποὺς ἀμίκτους ποιεῖν ἔχοντας τὴν οἰκείαν δύναμιν καθαρὰν τὰ δὲ φύλλα καὶ ἄλλο τι τῶν μορίων μικτὰ τούτων οὐδὲν κωλύει καθάπερ εἴρηται τὰ μὲν φύλλα βρωτὰ τὸν δὲ καρπὸν ἄβρωτον εἶναι. παραπλήσιον δέ τι τούτοις καὶ ἐπὶ τῶν ῥιζῶν τῶν ἐδωδίμων ἐστὶν ὧν τὰ μὲν φύλλα σχεδὸν ἄβρωτα διὰ τὸ ξηρὰ εἶναι καὶ ἀκανθώδη οἱ δὲ καυλοὶ ἐδώδιμοι αὐταὶ δὲ αἱ ῥίζαι καὶ ἡδεῖαι.

τῶν δ᾽ ἀνάπαλιν τὰ μὲν ἄλλα βρωτὰ καὶ ἔχοντα τιν᾽ ἡδονὴν αἱ ῥίζαι δὲ ἄβρωτοι διὰ τὸ ξυλῶδες ἢ πικρὸν ἢ ὅλως δύσχυμον ἢ ἄχυμον· διαφορὰ δὲ οὐ μικρὰ καὶ διὰ τὰς φύσεις τῶν ζώων· τὰ μὲν γὰρ ἡμῖν ἄχυμα τοῖς ἄλλοις ἔγχυμα φαίνεται διὰ τὴν ἰσχὺν καὶ τὴν κατεργασίαν· ἄλλα δὲ ἄλλοις κἀκείνων προσφιλῆ καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς διαθέσεις.

χαίρει γὰρ τὰ μὲν τοῖς ἁπαλοῖς τὰ δὲ τοῖς ξηροῖς μᾶλλον, ἔνια δὲ καὶ ἀνάπαλιν ἁπαλὰ μὲν ὄντα ἄβρωτα ξηραινόμενα δὲ ἐδώδιμα διὰ τὸ συνεκπέττεσθαι καὶ ἐκκρίνεσθαι τὸ πικρὸν ὑπὸ τοῦ ἡλίου καθάπερ τὸ σήσαμον καὶ τὸ ἐρύσιμον· τούτων γὰρ χλωρῶν ὄντων οὐδὲν ἅπτεσθαι δοκεῖ ζῶον διὰ τὴν πικρότητα καὶ δυσχυμίαν, ξηρανθέντων δὲ μᾶλλον, οἱ δὲ δὴ καρποὶ καὶ ἡδεῖς. ἀλλὰ δὴ τούτων μὲν τοιαῦταί τινες αἱ αἰτίαι.

Περὶ δὲ δὴ τῶν καρπῶν τῶν τροφίμων δῆλον ὅτι ῥᾴων ὁ λόγος· οὗτοι γὰρ καθαροὶ καὶ εἰλικρινεῖς οἷον ἐξηθημένοι πως ὑπὸ τῆς φύσεως ὥστε πλείοσι καὶ μᾶλλον ἁρμόττειν. ἀλλ᾽ ἐπὶ τῶν φαρμακωδῶν καὶ ὅλως τῶν κατὰ τὰς δυνάμεις θεωρητέον· καὶ γὰρ ἐν

τούτοις οὔθ᾽ αἱ αὐταὶ δυνάμεις οὔτ᾽ ἴσαι πάντων εὐθὺς ἀπὸ τῶν ῥιζῶν ἀρχομένοις· οὐδὲ δὴ τῶν ἄνω πᾶσιν οἷον φύλλοις καὶ κλωσὶ καὶ καρποῖς. καὶ τὸ μὲν τῷ μᾶλλον καὶ ἧττον διάφορον ἔχει τιν᾽ εὐλογίαν τὸ δ᾽ ὅλως ἔνια μηδὲ δύνασθαι ποιεῖν ὥσπερ τὰ τῶν ῥιζῶν τὰ σπέρματα καὶ τοὺς καυλοὺς ἢ πάλιν τὰ τῶν φύλλων τοὺς καρποὺς καὶ τὰς ῥίζας μᾶλλον ἄν τις θαυμάσειε.

τὰς δ᾽ αἰτίας καὶ τούτων ἐν τοῖς εἰρημένοις ἀνασκεπτέον. ἑκάστου γὰρ ἰδία κρᾶσις οὖσα καὶ φύσις διαφόρους ποιεῖ καὶ τὰς δυνάμεις ὥστε τὰ μὲν συντήκειν καὶ διακρίνειν τὰ δὲ μὴ, καὶ τὰ μὲν μᾶλλον τὰ δ᾽ ἧττον καὶ θερμαίνειν καὶ πέττειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ τἆλλα ὡσαύτως. τὸ δὲ δὴ μάλιστα τοὺς καρποὺς εἶναι τοιούτους οὐκ ἄλογον εἴπερ μηδ᾽ ἡ ὅλη φύσις ὁμοία ῥίζης τε καὶ καρτοῦ καὶ τῶν ἄλλων μορίων ἀλλὰ τὰ μὲν ὅλως ἄπεπτα τὰ δὲ πεπεμμένα καὶ ὅλως ἐκ πλειόνων σύνθετα δι᾽ ὃ καὶ τοῖς χυλοῖς καὶ ταῖς δυνάμεσιν ἕτερα.

τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὁρῶμεν, ὧν αἱ ῥίζαι πικραὶ καὶ ὀπώδεις τούτων τοὺς καρποὺς γλυκεῖς ὄντας ὡς ἂν ἐξ ἀπέπτου τινὸς πεπεμμένους ὄντας· ταὐτὸν δὲ καὶ ἐν ταῖς τῶν φαρμάκων δυνάμεσιν ὑποληπτέον συμβαίνειν ὥστ᾽ οὐκ ἄλογον εἰς ἔνια μὲν τὰς ῥίζας ἰσχύειν μᾶλλον εἰς ἔνια δὲ τῶν λοιπῶν τι μερῶν. ἐπεὶ καὶ ῥίζαι ῥιζῶν ἐν τοῖς ὁμογενέσι καὶ σπέρματα σπερμάτων καὶ τἆλλα μέρη πολὺ διαφέρουσιν ἰσχύϊ διὰ τὸν ἀέρα ἑκάστης χώρας, ὥσπερ καὶ ὁ σῖτος καὶ οἱ ἄλλοι καρποὶ τῇ βαρύτητι καὶ κουφότητι διὰ τὰς τροφάς.

καὶ διὰ τοῦτο φάρμακα φαρμάκων ἀμείνω κατὰ τοὺς τόπους οὐ μακρὰν ἀπέχοντας· οἷον ὁ ἐκ τῆς Οἴτης ἐλλέβορος τοῦ ἐν τῷ Παρνασῷ· δοκεῖ γὰρ ἰσχυρότερος εἶναι οὗτος καὶ οὐχ ἁρμόττειν εἰς τὴν χρείαν. ἡ δὲ ἰσχὺς ἐκ παραπλησίας τινὸς αἰτίας γίνεται καὶ ἐπὶ τῶν καρπῶν· καὶ γὰρ ἐνταῦθα

σκληρότητί τε τοῦ ἀέρος καὶ πλήθει τῆς τροφῆς βαρεῖς γίνονται διὰ τὸ πολὺ τὸ γεῶδες ἔχειν ὥσπερ οἱ ἐν τῇ Βοιωτίᾳ· κἀκεῖ διὰ τὰς ὁμοίας αἰτίας.

ἄλλη δὲ πρὸς ἄλλην δύναμιν οἰκεία χώρα καθάπερ ἐπὶ τῶν καρπῶν· ἔνιαι γὰρ οὐδὲ ἐκπέττουσιν ὅλως τὰς φαρμακώδεις δυνάμεις· ἐπεὶ πολλαχοῦ καὶ μέλας ἐλλέβορός ἐστι καὶ ἄλλαι τῶν ῥιζῶν ἀλλ᾽ ἀμβλεῖαι καὶ ἀδύνατοί τινες. ᾗ καὶ δόξειεν ἂν ψυχροῦ τινος ἀέρος ἅμα καὶ εὔπνου δεῖσθαι καὶ ἔτι τροφῆς συμμέτρου· φαίνεται δ᾽ οὖν ἐν τοῖς ὄρεσι πλεῖστα φάρμακα γίνεσθαι καὶ ἐν τοῖς ὑψηλοτάτοις καὶ μεγίστοις μάλιστα. καὶ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω.