On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ὅσα δ᾽ ἐν σχίνῳ φυτεύουσιν ἢ σκίλλῃ πάντα τῆς εὐβλαστίας ἕνεκα καὶ εὐτροφίας φυτεύουσιν· ἔχει γάρ τινα ἄμφω θερμότητα καὶ ὑγρότητα καὶ γίνεται καθάπερ ἐμφυτεία τις. ὁμοίως δὲ καὶ εἴ τι ἕτερον ἐν ἑτέρῳ καθάπερ τὸ πήγανον ἐν συκῇ, δοκεῖ γὰρ δὴ κάλλιστον γίνεσθαι. φυτεύεται δὲ παρὰ τὸν φλοιὸν παραπηγνύμενον καὶ τῇ γῇ κατακρύπτεται· καὶ ξυμβαίνει δὲ τὸν ὀπὸν ἅμα τῇ τροφῇ καὶ θερμότητι καὶ βοήθειάν τινα ἔχειν εὔκαιρον ὥσπερ καὶ τὴν τέφραν παραπαττομένην εἶτ᾽ οὖν πρὸς τὸ μὴ σκωληκοῦσθαι τὰς ῥίζας εἴτε καὶ πρὸς τὸ τρέφεσθαι ἅλμῃ· ἔχει γάρ τινα ὁμοίαν θερμότητα. μέγεθος δὲ γίνεται φακῶν καὶ ἐρεβίνθων τῶν μὲν

ἂν ἐν βολίτῳ φυτεύηται τὸ σπέρμα· συντρέχει γὰρ τῇ θερμότητι καὶ ξηρότητι· τῶν δ᾽ ἐρεβίνθων ἐὰν μετὰ τῶν κελύφων βρεχθέντες· ἔλαττον γὰρ τὸ ἀποσηπόμενον καὶ ἡ τροφὴ πλείων ἡ πρώτη· πρώϊοι δὲ ἂν ἅμα τοῖς ἄλλοις σπαρῶσι· καὶ ταῦτα μὲν δή τι θαυμαστὸν ἔχει καὶ ἔνια δοκεῖ καὶ παρὰ φύσιν.

αἱ δὲ τοιαῦται μεταβολαὶ καὶ αὐτόματοι γίνονται καὶ τέχνῃ καὶ κατὰ φύσιν· οἷον ἐπὶ τίφης καὶ ζειᾶς περιπλαττομένοις πυροῖς, ὥσπερ καὶ ὅσα τῶν σπερμάτων ἢ ἐν λίτρῳ προβρεχόμενα τεραμονέστερα ἢ ἐν μέλιτι καὶ γάλακτι γλυκύτερα γίνεται· πέφυκε γὰρ οἷον ἂν σπαρῇ τοιοῦτον καὶ γεννᾷν· σπείρεται δὲ διηλλοιωμένον καὶ μεταβεβηκός· ἐν ἀμφοῖν δέ πως ἢ ἐν ἅπασι συμβαίνει μετακινεῖσθαι τὴν ἀρχὴν, ἔνθα μὲν κατὰ τὸ ποιὸν, ἔνθα δὲ καθάπερ ταῖς τίφαις καὶ ζειαῖς καὶ τῷ μορίον τι μὴ ἔχειν ὅπερ ἐξ ἀρχῆς μὲν περιαιρεθὲν οὐκ ἀδυνατεῖ γεννᾷν· πλεονάκις δὲ τοῦτο παθοῦσα καὶ ὥσπερ τελέως γυμνωθεῖσα καὶ παθητικωτέρα γινομένη τῷ τε ποιῷ μεταβάλλει καὶ τὸ πλῆθος οὐκ ἴσχει τοῦ ἀχύρου·

συμβαίνει δὲ καὶ ἐν ἄλλοις μορίων τινῶν ἀφαιρουμένων ποιεῖν τινα διαφορὰν ὥσπερ ταῖς ἀμπέλοις ὅταν ἡ μήτρα τοῦ κλήματος ξυσθῇ τοὺς βότρυς ἀγιγάρτους εἶναι· καὶ πίστιν ταῦτα παράσχοιτ᾽ ἂν ἴσως τοῖς ἀφ᾽ ἑκάστου τῶν μερῶν λέγουσιν ἀπιέναι σπέρμα· λύσις δ᾽ ἥπερ εἴρηται καὶ ἐπὶ τῶν ζώων.