On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Περὶ δὲ τοῦ εἶναι βαρύτερα τὰ χεδροπὰ πρὸς τὰς τροφὰς ἢ τὸν σῖτον ἡμῖν καίπερ ἐλάττω χρόνον ἐν τῇ γῇ γινόμενα — δοκεῖ δὲ καὶ πρὸς κουφότητα διαφέρειν τοῦτο, δι᾽ ὃ καὶ τῶν πυρῶν οἱ τρίμηνοι κουφότατοι καὶ τῶν κριθῶν ὁμοίως ὡς ἐλάττονος ἐνυπάρχοντος τοῦ γεώδους διὰ τὴν βραχύτητα τοῦ χρόνου —, τοῖς δὲ ἄλλοις ζώοις καὶ προσφιλῆ καὶ ἄλυπα ταῦτ᾽ εἶναι ἃ χαλεπώτατα ἡμῖν καὶ πάλιν ἃ ἡμῖν εὐκατέργαστα ταῦτ᾽ ἐκείνοις χαλεπώτατα καίπερ ἰσχυροτέροις οὖσι. πολλὰ γοῦν ἀπόλλυται χορτασθέντα πυρῶν· καίτοι τὸ γεῶδες ἐλάχιστον ἔχουσι.

πρὸς δὴ ταύτας τὰς ἀπορίας καὶ εἴ τις ἄλλη παραπλησία ταύταις καθόλου μὲν καὶ κοινὴν τήνδε λαβεῖν χρὴ τὴν ἀρχὴν ὡς οὐ πᾶσι ταὐτὰ πρόσφορα κατὰ τὰς τροφὰς ἀλλ᾽ ἑκάστοις κατὰ τὰς ἰδίας φύσεις. ὅπερ ἐν πολλοῖς μὲν φανερὸν ἐκ πλείστης δ᾽ ἀποφάνσεως ὡς εἰπεῖν τῶν γε γνωρίμων τὸ περὶ τὰς ἐλάφους αἳ τοὺς ἔχεις ἐσθίουσιν ὑφ᾽ ὧν τὰ ἄλλα θνήσκουσι πολὺ μείζω καὶ ἰσχυρότερα τὴν φύσιν ὄντα· καὶ ἐπ᾽ ἄλλων δὲ τό γε τοιοῦτόν ἐστι ὥστ᾽ ἀναιρεῖσθαι ταῖς πληγαῖς ὑφ’ ὧν οὐδὲν ἄνθρωποι πάσχουσι καθάπερ οἱ ὄφεις ὑπὸ

τῶν σκορπίων.

ὑποκειμένου δ᾽ οὖν τούτου καὶ τῶν ἄλλων γεωδεστέρᾳ τροφῇ χρωμένων οὐκ ἄλογον ἐκείνην μᾶλλον αὐτοῖς ἁρμόττειν, ταύτην δ᾽ ἀλλοτριωτέραν εἶναι καὶ ἀπρόσφορον καὶ διὰ τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν πλείω προσενεγκαμένων ῥήγνυσθαι. τοῦτο μὲν οὖν καθόλου καὶ κοινόν. ἴδιον δ᾽ ὅτι καὶ συμβαίνει τὰς κοιλίας ἐκπνευματοῦσθαι ἢ πᾶσιν ἢ τοῖς ἔχουσιν ἐχῖνον· φυσῶδες γὰρ καὶ οὐκ εὐκατέργαστον ὁ πυρὸς ὠμὸς ὢν ἔτι δ᾽ ἧττον τὸ ἄχυρον· μέγα δὲ καὶ τὸ ἀσύνηθες εἶναι· τὰ γὰρ ξένα κἂν ᾖ κοῦφα διαταράττει πλῆθος λαμβάνοντα.

διὰ δὴ ταύτας τὰς αἰτίας ὡς ἁπλῶς εἰπεῖν οὐκ ἀλόγως μὲν ἔχει δοκεῖ δὲ τῇ παραλλαγῇ· ὡς δὲ ἁπλῶς εἰπεῖν τύπῳ πρὸς βαρύτητα καὶ κουφότητα τροφῆς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις τῆς κατὰ φύσιν ἑκάστοις οἰκείας αἱ χῶραι καὶ ὁ ἀὴρ ποιεῖ τὰς διαφοράς· τὰ μὲν γὰρ ἐκ τῶν εὐείλων καὶ εὔπνων καὶ λεπτογείων κουφότατα· τὰ δ᾽ ἐκ τῶν ψυχρῶν καὶ ἐπόμβρων βαρύτερα διὰ τὸ πλείω τροφὴν καὶ ἰσχυροτέραν ἔχειν.

καὶ διὰ τοῦτο τοῦ μὲν ἄλλου πυροῦ δοκεῖ τοῦ Ἀθήναζε καταπλέοντος ὁ σικελικὸς ἰσχυρότατος εἶναι, τούτου δ᾽ ἔτι βαρύτερος μᾶλλον ὁ βοιώτιος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται· καὶ γὰρ ἡ χώρα πίειρα καὶ ὁ ἀὴρ ψυχρός. καὶ τὰ ἄλλα γένη τῶν καρπῶν παραπλησίως ἔχει τῇ βαρύτητι. ἐν δὲ ταῖς Πιεσάγγαις ὁ διαρρηγνύων ὃν εἴπαμεν ὑπερβάλλων δῆλον ὅτι τῇ βαρύτητι. ὁ δὲ ποντικὸς κουφότατος καὶ σκληρότατος καίπερ ψυχροῦ τοῦ ἀέρος ὄντος ὅτι καὶ τὰ σπέρματα καὶ τὰ ἐδάφη κουφότερα καὶ ἡ χιὼν συνεκπέττει μᾶλλον.

ὅτι δὲ καὶ τὰ σπέρματα ῥοπὴν οὐ μικρὰν ἔχει φανερὸν ἐκ τῶν τριμήνων καὶ εἴ τινες ἐν ἐλάττονι χρόνῳ τελειοῦνται τούτου· οὐ πολὺ γὰρ τοῦ γεώδους ἕλκοντες ἀλλὰ κουφοτέρᾳ τῇ τροφῇ χρώμενοι κουφοτέραν ποιοῦσι καὶ τὴν προσφοράν. ἔοικε δὲ καὶ ἡ ὥρα τι συμβάλλεσθαι

πρὸς τὸ μὴ χρονίζειν. οἷον γὰρ εἰς ὀργῶσαν πίπτει τὴν γῆν καὶ παραπλήσιον τὸ συμβαῖνον ὥσπερ τὰ ἐπὶ τὸ ζέον ἐμβαλλόμενα τῶν ἑψομένων· οὐδεμίαν γὰρ οὐδὲ κἀκεῖνα λαμβάνει μόλυνσιν. εἰ δέ τινες τῶν ὀλιγοχρονίων τούτων βαρεῖς ὥσπερ φασὶ τοὺς περὶ Λῆμνον ἐνταῦθα τοῦ σπέρματος τὴν φύσιν αὐτοῦ κατάλοιπον αἰτιᾶσθαι. καὶ περὶ μὲν τούτων ἀρκεῖ τὰ εἰρημένα.