On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

καὶ τὰ μὲν τῆς πτελέας ἀμφισβητούμενα καὶ τῆς ἰτέας. ὁ δ᾽ ἐρινεὸς ὁμολογουμένως γεννᾷ καὶ ἄπεπτον εἰς τὴν ἡμετέραν τροφήν. γεννᾷ δὲ καὶ τὸ θύμου ἄνθος καὶ ἄλλων ἃ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἀφανῆ τὸ δ᾽ ἄνθος μόνον φανερόν. ἀλλὰ τὸ μὲν τῶν δένδρων τινῶν ἔτι καὶ ἄλλας ἴσως ἀπορίας ἔχει. καὶ γὰρ τὸ περὶ τοὺς φοινίκας ἄτοπον καὶ λόγου δεόμενον, καὶ τὸ οὕτως ἀμενηνά τινων εἶναι τὰ σπέρματα καθάπερ καὶ τῆς κυπαρίττου.

τὰ γὰρ τοιαῦτα δίδωσί τινα ἔννοιαν καὶ ὑπὲρ τοῦ μὴ ἔχειν ἔνια τροφὴν πρὸς ἑαυτοῖς· πλὴν ἴσως ἄλλοις ἄλλη καὶ ὕλη καὶ τροφὴ καὶ ἱκανόν τισιν ἂν ἔχῃ τὸ διατηρῆσον. ὑπὲρ δὲ τῶν σιτηρῶν καὶ ὅλως τῶν ἐπετείων αἱ μὲν τοιαῦται διαφοραὶ ῥᾴους οἷον αἱ κατὰ τὰς βλαστήσεις καὶ τελειώσεις καὶ τὰ λοιπὰ πάθη τὰ συμβαίνοντα τοῖς τοιούτοις.

περὶ δὲ τῆς ἐξαλλαγῆς εἰς ἕτερον γένος ὥσπερ ἐκ πυρῶν εἰς αἴρας καὶ εἰ δὴ πάλιν τῶν αἰρῶν εἰς πυροὺς καὶ τῶν ζειῶν εἰς βρόμον ἄτοπον αὐτῷ τε τῷ συμβαίνοντι καὶ τῷ ἰδίῳ· μόνα γὰρ δὴ ταῦτα μεταβάλλει τῶν σπερμάτων φυσικῶς· ὁ γὰρ ἐκ τῆς τίφης καὶ τῆς ζειᾶς πυρὸς παρασκευῇ πως καὶ τέχνῃ καθάπερ οἱ τὰ σπέρματα προβρέχοντες εἰς τὴν γλύκανσιν.

ἄτοπον δὲ πρὸς τῷ μόνα καὶ ὅτι

ἰσχυρότερα δοκοῦντα τῶν χεδροπῶν εἶναι· τὸ γὰρ ἀσθενὲς εὐφθαρτότερον, φθορὰ δέ τις ἡ ἔκστασις· καὶ μᾶλλον πυρὸς εἰ κριθῆς ἰσχυρότερον. ἔτι δὲ τὰ μὲν ἰσχυρότερα εἰς τὸ ἀσθενέστερον μεταβάλλειν· ἡ δὲ αἶρα καὶ πυροῦ καὶ κριθῆς ἰσχυρότερον ὥσθ᾽ ἅμα συμβαίνει καὶ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἰσχυρότερον.

ἡ δὲ διαφθορὰ καὶ ἡ μεταβολὴ δυοῖν θάτερον ἢ ἐν τοῖς σπέρμασιν ἢ ἐν τῇ χλόῃ. σπέρματος μὲν οὖν γαλάκτωσις, σῆψις, ὅλως διάχυσις ὧν οὐδὲν φύσιμον. ἡ δὲ χλόη ῥιζωθέντων ἤδη, τὰς δὲ ῥίζας μεταβάλλειν ἄτοπον. ὅθεν δὴ τοῖς τοιούτοις παραπεπεισμένοι τινὲς ὡς ἀλόγοις ὅλως οὐδὲ γίνεσθαί φασιν τὴν ἔκστασιν ἀλλ᾽ ἐπομβρίαις φύεσθαι καὶ συνίστασθαι τὴν αἶραν ὃ καὶ καθ᾽ αὑτὴν φαίνεται ποιοῦσα μὴ σπαρέντων πυρῶν ἢ κριθῶν ἐν ταῖς ἐπομβροτάταις χώραις.

αἱ μὲν οὖν ἐναντιώσεις αὗται δοκοῦσιν ἐλέγχεσθαι τοῖς ἔργοις· πολλοὶ γὰρ ὥς φασι σπείραντες πυροὺς ἢ κριθὰς ἐθέρισαν αἴρας. τὴν δὲ ἔκστασιν καὶ τὴν μεταβολὴν θείη τις ἂν ἀμφοτέρως γίνεσθαι καὶ τοῦ σπέρματος ἀλλοιουμένου καὶ τῶν ῥιζῶν· ἡ γὰρ ἐν τῇ χλόῃ μεταβολὴ δι᾽ ἐκείνας· συμφυεῖς δ᾽ οὔσας οὐκ ἄλογον συμπάσχειν. ἐπεὶ τό γε σπέρμα διαφθαρὲν οὐ φύσιμον ὅλως ἦν· τοῦτο μὲν κοινόν· οὐδὲ γὰρ ῥίζαι φθαρεῖσαι τρέφοιεν ἄν.

τὴν δὲ τοῦ σπέρματος φθορὰν οὐδεμίαν τῶν εἰρημένων ὑποληπτέον, σῆψιν ἢ γαλάκτωσιν, ἀλλ᾽ ἑτέραν ἣ γίνεται διὰ πλῆθος τῆς τροφῆς ἐκτηκομένων· αὕτη δὲ τὸ μὲν ὅλον οὐκ ἀπόλλυσι μεθίστησι δὲ εἰς ἕτερον ἐπικρατοῦσα πως τῆς ἀρχῆς. τὸ δὲ συμβαῖνον ὅμοιον τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων ὡς κατ᾽ ἀναλογίαν ἂν τὸ θῆλυ κρατήσῃ τοῦ ἄρρενος ἢ καὶ ἔτι μείζων ἐναλλαγὴ γένηται πρὸς τὸ παρὰ φύσιν.

δεῖ γὰρ δὴ τὴν γῆν ὥσπερ τὸ θῆλυ νοῆσαι καὶ τὸ ἀνάλογον οὕτω λαμβάνειν. ὅταν οὖν

ἐκ ταύτης ἡ τροφὴ πλείων γίνηται διὰ τὰς ἐπομβρίας τότε τὴν ἔκστασιν συμβαίνειν οὐ φθείρουσαν μὲν ὅλως τὴν γεννητικὴν δύναμιν ἐξαλλοιοῦσαν δ᾽ εἰς ἑτέραν. εὐζώου δὲ τῆς φύσεως οὔσης, εὐζωότερα γὰρ πολὺ τῆς τῶν ζώων, εὔλογον καὶ διαμένειν μᾶλλον ταύτην. ἐπεὶ καὶ ἄνευ σπερματικῆς ἀρχῆς αὐτόματα πολλὰ συνίσταται καὶ τῶν ἐλαττόνων καὶ τῶν μειζόνων φυτῶν.

ὅθεν καὶ τοῦτο ἂν εἴη φανερὸν εἴ τις ἀκολουθήσει τῇ ἀναλογίᾳ δι᾽ ὅτι τῇ τῶν σπερμάτων ἀλλοιώσει καὶ οὐ τῇ τῆς χλόης μεταβολῇ· καὶ γὰρ ἐπὶ τῶν ζώων οὕτω γίνεται. καὶ ἅμα δὴ τότε ἀσθενέστατον ὅταν ἐν μεταβολῇ τυγχάνῃ τῇ κατὰ τὴν βλάστησιν, ἤδη δ᾽ ἐκβεβλαστηκὸς καὶ ἐρριζωμένον ὥσπερ γέγονε. τούτου δὲ καὶ μείωσις εἰς αὔξησιν καὶ τροφὴν ἢ καὶ τὴν ὅλην φθορὰν οὐκ εἰς μεταβολήν. ἔτι δὲ καί φασιν οἱ ἔμπειροι φανερὸν εὐθὺς εἶναι τὸ φύλλον ἀνατέλλον τῆς αἴρας λιπαρώτερον ὂν καὶ ποιωδέστερον καὶ στενότερον καὶ οὐχ ὕστερον τοιοῦτον γινόμενον.