On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὰ μὲν οὖν κατὰ τὴν βλάστησιν ἐν τούτοις ἂν εἴη. πρὸς δὲ τὴν ἔξω διαμονὴν φυλαττομένων ἄλλοις μὲν ἄλλως συμβαίνει κατὰ τοὺς χρόνους. οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἄλογον ἔνια προτερεῖν τῶν δενδρικῶν εἰς τὴν φθορὰν οἷον ὅσα ἐν περικαρπίοις ἐστὶ σαρκώδεσιν οἷον ὅταν χωρισθῇ καὶ σαπῇ· γυμνούμενα γὰρ ἀναξηραίνεται καὶ θνήσκει· τὰ δὲ ἐν δερματικοῖς καὶ μὴ χωριζόμενα· καὶ γὰρ ὑγρότερα καὶ παρεισδέχεται τὸν ἀέρα. μάλιστα δὲ διαμένει τὰ ἐν ξυλώδεσι καὶ τούτων ὅσα πυκνόν τε τὸ κέλυφος ἔχει καὶ αὐτὰ λιπαρὰ καθάπερ τὰ κάρυα τὰ ἡρακλεωτικὰ, πλὴν ἐκπικροῦται· τὰ δ᾽ ἀμύγδαλα ἐλάττω χρόνον· ἐλάχιστον δὲ τὰ βασιλικὰ μένει, μανότατον γὰρ τὸ πέριξ καὶ ἥκιστα συμφυές. διαμένει δὲ καὶ τὸ τῆς ἐλάας καὶ εἴ τι ἄλλο τοιοῦτον· τῶν δ᾽ ἐν σαρκώδεσι περικαρπίοις χρονιώτατον τὸ τοῦ φοίνικος ἅτε ξηρότατον ὂν καὶ πυκνόν.

τὰ μὲν οὖν τῶν δένδρων διὰ ταύτας τὰς αἰτίας τὰ μὲν μᾶλλον τὰ δ᾽ ἧττον διαμένει. σχεδὸν δὲ καὶ τὰ τῶν σιτωδῶν διὰ παραπλησίας αἰτίας. ἢ γὰρ τῷ περιέχεσθαι πλείοσι χιτῶσιν ἡ διαμονὴ καθάπερ ὁ κέγχρος, ἢ τῷ λίπος ἔχειν ὥσπερ τὸ σήσαμον ἢ τῷ δριμύτητά τινα καὶ πικρότητα χυλοῦ καθάπερ ὁ θέρμος καὶ ὁ ἐρέβινθος καὶ ὁ ὄροβος· μόνα γὰρ δὴ καὶ οὐ ζωοῦται τῶν χεδροπῶν ὁ θέρμος καὶ ὁ ἐρέβιν

θος· ἀλλ᾽ ὅ γε ἐρέβινθος μέλας γίνεται διαφθειρόμενος. ὁ δὲ πυρὸς μᾶλλον τῆς κριθῆς καὶ τῶν χεδροπῶν διὰ τὸ θερμότερον εἶναι καὶ χιτῶνας ἔχειν πλείους· ἡ γὰρ αὖ κριθὴ καθάπερ γυμνόν. τὰ δὲ χεδροπὰ παχέα μὲν τοῖς κελύφεσιν ἀλλὰ μανὰ καὶ γλυκύτητά τινα ἔχοντα φαίνεται· οὐχ ἧττον δ᾽ αἴτια ταῦτα τῆς φθορᾶς. δι᾽ ὃ καὶ ὁ κύαμος καὶ ὁ ὦχρος τάχιστα κόπτεται. τάχα δ᾽ ἀληθέστερον εἰπεῖν ὡς κατὰ τὰς χώρας· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον πολλά φασιν ἔτη διαμένειν τοὺς κυάμους, πολλὰ δὲ καὶ περὶ Κύζικον. ἀλλὰ περὶ μὲν τῆς τούτων διαμονῆς καὶ τὸ ὅλον τῆς φύσεως τάχ᾽ ἂν ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥηθείη· πρὸς δὲ τὰ τῶν δένδρων συγκρινόμενα ταύτας ἔχει τὰς διαφοράς.