On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ὁ δὲ κονιορτώδης σῖτος θᾶττον σήπεται καὶ ὁ ἐν τοῖς κονιατοῖς ἢ ἀκονιάτοις οἰκήμασι διὰ τὸ πλείω θερμότητα ἔχειν. καὶ γὰρ ὁ κονιορτὸς θερμὸς ἅτε ξηρὸς ὢν καὶ τὸ κονίαμα ὅταν ἀναδέξηται τηρεῖ τὴν θερμότητα· ἐπεὶ καὶ ἀθρόος καὶ κατὰ βάθους ὢν, πλείων γὰρ ἡ θερμότης. θᾶττον δὲ πολὺ κόπτεται κριθὴ πυροῦ διὰ τὸ μανότερον εἶναι καὶ γυμνότερον. τάχιστα δ᾽ ὁ κύαμος· θερισθεὶς γὰρ εὐθὺς καὶ συντεθεὶς ἐνιαχοῦ καθάπερ ἐν Θετταλίᾳ.

φαίνεται δὲ κατὰ τοὺς τόπους. παρ᾽ ἐνίοις γὰρ ἀσηπτότατος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται περὶ Ἀπολλωνίαν καὶ περὶ Τάραντα. καὶ ἀναπληροῦσθαι δέ φασι κοπέντα. τοῦτο μὲν οὖν σκεπτέον. ἀκόπως δὲ ἔχει τάδε· θέρμος κέγχρος αἰγίλωψ αἶρα σήσαμον ἐρέβινθος καὶ ὅλως τὰ δριμέα. ὁ μὲν οὖν αἰγίλωψ πολυχίτων ἡ δ᾽ αἶρα γυμνὴ δι᾽ ὃ καὶ ἄλλῃ τινὶ δυνάμει. τὸ δ᾽ ὅλον ἄκοπα τὰ μὲν ξηρότητι δι᾽ ὃ καὶ ἡ κάχρυς χρονιώτερον, τὰ δὲ ἀμιξίᾳ καὶ καθαρότητι καθάπερ ὁ χόνδρος, τὰ δὲ χυμῶν φύσει καὶ δυνάμει φυσικῇ καθάπερ ἐρέβινθος θέρμος σήσαμον, τὰ δὲ τῷ πολὺ τὸ ἀποστέγον ἔχειν ὥσπερ ὁ ὦχρος, ἅμα δὲ τοῦτό γε καὶ ξηρὸν καὶ θερμόν. τῷ δὲ σίτῳ κοπέντι βοήθεια ταχίστη τὸ εἰς τὴν ἅλω φέροντας ἀπικμῆσαι. καὶ τούτων μὲν σχεδὸν ἐνταῦθά που τὸ αἴτιον.

ὃ δὲ παρά τινων ζητεῖται διὰ τί ποτε ὁ κεκομμένος σῖτος καὶ παλαιὸς ὕδατος μὲν ἐπιχεομένου θερμοῦ διαβλαστάνει — ταύτην γὰρ δὴ διάπειραν λαμβάνουσιν εἰ φύσιμος ὅταν ἐμβάλλοντες εἰς σκαφίον ἐπιχέωσι, — σηπόμενος δ᾽ οὐ διαβλαστάνει, — καίτοι ἡ σῆψις ὑπὸ θερμοῦ καὶ ἐν ὑγρῷ ἐστι

— κομιδῆ δόξειεν ἂν παρ᾽ ὁμωνυμίαν εἶναι. διαφέρει γὰρ ἥ τε φθαρτικὴ καὶ ἡ γόνιμος θερμότης καὶ ἡ ὑγρότης δὲ ὡσαύτως. ἔστι δ᾽ ἡ μὲν σήπουσα ἀλλοτρία καὶ φθαρτικὴ ἡ δὲ τοῦ ὕδατος τοῦ θερμοῦ συμμετρίαν τινὰ ἔχουσα· δεῖται γὰρ τοιαύτης πρὸς τὴν βλάστησιν.

ἐπεὶ τρόπον τινὰ παρόμοιον καὶ εἴ τις ἀποροίη διὰ τί ἡ θερμότης καὶ ἡ ὑγρότης καὶ ὑγείαν ἐν τοῖς σώμασι ποιοῦσι καὶ νόσον· δῆλον δ᾽ ὡς οὐχ αἱ αὐταὶ ἀλλ᾽ ὡς ἕτεραι καὶ ἐναντίαι. θερμὸν δ᾽ ἐπιχέουσι διὰ τὴν ἀσθένειαν τῶν σπερμάτων ὅπως μὴ καθάπερ ἐκπαγῇ διά τε τὸ θᾶττον ἀποδηλοῦν· ἐπεὶ οἵ γε μὴ παντελῶς διεφθαρμένοι καὶ ἐν ψυχρῷ διαβλαστάνουσι. συμβαίνει δὲ καὶ κόπτεσθαι καὶ σήπεσθαι δι᾽ ἀλλοτρίας θερμότητος.