On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

δοκεῖ δὲ μεγάλα συμβάλλεσθαι καὶ ἡ σκάλσις πρὸς τὸ νοστιμώτερον ποιεῖν καὶ τὸ ἐγχυλότερα θερίζειν· ἐξαναλωθέντος γὰρ παντὸς τοῦ ὑγροῦ καὶ χείρω πρὸς τὴν σίτησιν καὶ ἐλάττω. τὰ δ᾽ ὄσπρια θερίζουσιν ἐγχυλότερα καὶ πρὸς τὸ δύνασθαι συλλέγειν, ξηρανθέντα γὰρ καταρρεῖ. τὸν δὲ θέρμον ἤδη λήγοντος τοῦ θέρους ἀνυγραινομένου τοῦ ἀέρος κατὰ τὸ ἑωθινόν· ἂν γὰρ πρότερον θίγῃ τις ἐκπίπτει καὶ οὐκ ἔστι λαβεῖν. καὶ ταῦτα μὲν ὡς γεωργικά.

τὰ δὲ τῆς φύσεως οἷον τὸ ἁδρύνειν τὰ πνεύματα καὶ τὸ βόρεια μᾶλλον καὶ ὅλως ἃ ἑκάστοις ψυχρὰ καὶ τἀναντία δὴ φθείρειν καὶ ὅσα δὴ τοῖς ὕδασιν ἢ τοὶς πνεύμασιν ἀπόλλυνται τοῖς παρώροις, ὥσπερ ἐλέχθη περὶ ἐρεβίνθων τῶν ἀνθούντων. ὁ δὲ κύαμος ἐὰν πνεῦμα ἐπιγένηται λαμπρὸν καὶ ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ ἀπηνθηκότα ὑγρὰ δ᾽ ἔτι ἂν ληφθῇ· διαπνεῖται γὰρ καὶ κοπτόμενα πρὸς ἄλληλα κενοῦται. τελεουμένων δὲ ἐπιγινόμενον ὕδωρ ἐναντίως τὴν μὲν κριθὴν βλάπτει τὸν δὲ πυρὸν ὠφελεῖ μᾶλλον· καὶ γὰρ γυμνὴ καὶ τὸ ὅλον ἀσθενὴς, ὁ δὲ καὶ ἐν χιτῶσι καὶ πυκνότερον καὶ ἰσχυρότερον ὥστε τὴν μὲν ὀλίγης δεῖσθαι τροφῆς καὶ σχεδὸν τῆς ἀπὸ τοῦ ἀέρος μόνης τὸν δὲ πλείονος·

ἔτι δὲ ἰσχυρότερος ὢν καὶ κατακρατεῖ καὶ συμπέττει μᾶλλον καὶ τὸ ὅλον οὐδὲ πολλὴν δέχεται διὰ τὴν πυκνότητα καὶ τοὺς χιτῶνας, ἡ δὲ πλείω τε ἕλκει μανὴ τὴν φύσιν οὖσα καὶ ταύτην οὐ καταπέττει δι᾽ ἀσθένειαν καὶ ὑγρᾶς γενομένης ὁ ἥλιος ἅμα τῇ ἐπιγενομένῃ συνεξ

άγει τὴν οἰκείαν ὑγρότητα συνεφελκομένην. καὶ τὰ πνεύματα δὲ κόπτοντα φθείρει μᾶλλον διὰ τὴν ἀσθένειαν.

ἀπορεῖται δὲ καὶ διὰ τί ἁδροῦ ὄντος τοῦ σίτου καὶ σχεδὸν ὥσπερ ξηροῦ ἐφυσθεὶς οὐχ ὅτι βελτίων ἀλλὰ καὶ χείρων γίνεται, ἐὰν δὲ θερισθεὶς εἰς θωμοὺς συντεθῇ ἁδρότερος καὶ βελτίων· ἔνιοι δὲ καὶ ῥαίνουσιν. αἴτιον δὲ ὅτι τότε μὲν ἀνυγραίνεται καὶ ὁ ἥλιος ὅταν ἀναλάμψῃ συνεξάγει τὴν οἰκείαν ὑγρότητα καὶ ἰσχάνει· ὅταν δὲ εἰς θωμοὺς συντεθῇ συνικμάζεταί τε καὶ ἡ ἀναγομένη ἀτμὶς λεπτὴ καὶ πνευματώδης οὖσα παρεισδύεται καὶ ἁδρύνει τοὺς ὄγκους.

ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ὅταν εἰς τὰ οἰκία τεθῇ χύδην, δι᾽ ὃ καὶ τὸ ἐπίμετρον ποιεῖ· τὸν γὰρ ἀτμὸν τὸν ἀνιόντα λεπτὸν ὄντα δέχεται καὶ διὰ τοῦτο εἰς βάθος καταβάλλουσιν ὅπως πλέον ἀνίῃ· πάντα δὲ ταῦτα διασημαίνει καὶ ἔτι πρὸς τούτοις ἡ ἐμβαλλομένη γῆ καὶ ἄκοπον παρέχουσα καὶ ἀνοιδίσκουσα ὅτι δύναταί τινα δι᾽ αὑτῶν ἕλκειν τροφὴν ἄνευ τῶν ῥιζῶν, ὅθεν καὶ ἡ ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ἀέρος οὐκ ἄλογος.