On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Περὶ δὲ κοπρίσεως ἀκολούθως δῆλον ὅτι τῇ διακαθάρσει λεκτέον τοὺς χρόνους ἄλλως τε εἰ καὶ μετ᾽ ἐκείνην εὐθὺς κοπρίζειν δεῖ· ἅμα δὲ καὶ οὐδ᾽ ἂν δύναιντο δέχεσθαι συνεχῶς ἀλλ᾽ ἀφαυαίνονται διὰ τὴν θερμότητα. τὸ γὰρ τὴν ψιλὴν κοπρίζειν οὐχ ὅμοιον· ἐν ἐκείνῃ μὲν γὰρ εἰς πολλὰ μερίζεται καὶ ἐξαναλίσκεται τὰ δεχόμενα τῶν σπερμάτων ἐνταῦθα δὲ εἰς αὐτὰς τὰς ῥίζας δύεται καὶ οὐ δύναται πᾶν διαδιδόναι τοῖς καρποῖς οὐχ ὁμοίως εὔτροφον ὂν οὐδὲ πολύχουν ὥστε πάλιν ἄλλης καὶ ἄλλης ἐπιγινομένης ὡς ἐκθερμαινόμενον αὐαίνεται.

ἐπεὶ καὶ ὁ σῖτος, ἄν τις κατακόρως χρῆται καὶ

μὴ ἐπιγίνηται πλῆθος ὕδατος· δι᾽ ὃ καὶ ταῖς ἐπομβρίαις χρησιμώτερος ὅ γε συνεχὴς καὶ πλείων κοπρισμὸς ἐν δὲ ταῖς αὐχμώδεσι καὶ λεπταῖς ὁ σύμμετρος. διὰ ταῦτα δὲ ἴσως οὐδὲ ἡ δριμυτάτη τοῖς δένδροις ἁρμόττει. καίτοι δόξειεν ἂν ἄτοπον εἶναι τὸ μὴ τοῖς ἰσχυροτάτοις τὴν ἰσχυροτάτην· ἀλλ᾽ ἐν τῷ προειρημένῳ τὸ αἴτιον ληπτέον. ἐπεὶ καὶ τοῖς λαχάνοις διὰ τοῦθ᾽ ἁρμόττει μεθ᾽ ὑδρείας ἡ χύλωσις καὶ ὅλως ὅτι πολλῷ τῷ ὑγρῷ χρῶνται καὶ καθ᾽ ἡμέραν καὶ αὐτὰ φύσει ὑγρά· φυλλοφορεῖν γὰρ ἐθέλουσι οὐ καρπογονεῖν αὐτά.

οὐ μὴν ἀλλ᾽ ἐνίαις γε χρῶνται καὶ πρὸς τὰ δένδρα τῶν ἰσχυροτέρων καὶ μάλιστα εἰς μαλακότητα καὶ μεταβολὴν τῶν καρπῶν οἷον ὑείᾳ πρὸς τὸ γλυκαίνειν καὶ ἀπυρήνους ποιεῖν τὰς ῥόας καὶ τὰς ἀμυγδαλᾶς ἐκ πικρῶν γλυκείας καὶ ὡς παρὰ τοὺς μυρρίνους κελεύουσιν ἰσχυροτέραν ἔτι παραβάλλειν οἷον τὴν βυρσοδεψικὴν καὶ οὖρον παραχεῖν ὅταν ἐκβλαστήσωσιν ὡς ἂν ἀπυρήνων γινομένων· οἱ δὲ καὶ ἐλάᾳ συμφέρειν οἴονται πρὸς εὐκαρπίαν.

ἔοικε δὲ καὶ τὸ ἐν τῇ ἀρχῇ μέγα διαφέρειν, εἴ γε καὶ τὰ τῶν σικύων σπέρματα γάλακτι βρεχόμενα καὶ μελικράτῳ γλυκυτέρους ποιεῖ. νομίσειε δ᾽ ἄν τις ταῦτα καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι λαχάνων, ἀλλ᾽ ἴσως τὸ δριμὺ χρησιμώτερον. ἡ δὲ ῥίζα τῶν δένδρων ἀρχή τις οὖσα καὶ τὰ περικάρπια συνεξομοιοῖ τὰ ἐφ᾽ ἑαυτῆς. περὶ μὲν οὖν τούτων καὶ πρότερον εἴρηται. τὴν δὲ χρησίμην ἀεὶ πρὸς τὰς δυνάμεις ἀποδοτέον τῆς μὲν δριμυτέρας ἐλάττονα τῆς δὲ μαλακωτέρας πλείονα.

δεῖ δὲ καὶ τὴν πρόσφορον ἑκάστοις τῶν δένδρων μὴ ἀγνοεῖν· οὐ γὰρ ὥσπερ ὕδωρ τὸ αὐτὸ πᾶσιν οὕτω καὶ κόπρος ἀλλ᾽ ὥσπερ τὰ ἐδάφη πρὸς ἕκαστον οἰκεῖα οὕτω καὶ ἡ κόπρος. ἐπεὶ καὶ κατὰ τὰς ἡλικίας τῶν δένδρων ἐστί τις διαφορά· δι᾽ ὃ καὶ φυτεύοντες ὑποβάλλουσιν εὐθὺς ὥσπερ ἐλέχθη τὴν

τῶν λοφούρων ὅτι κουφοτάτη, τὸ δ᾽ ἀσθενὲς κουφοτάτης δεῖται. τὸ δ᾽ ὅλον ἐν ταῖς θεραπείαις τῶν δένδρων ὅσα μὲν κοινὰ πᾶσίν ἐστι ταῦτα τῷ ποσῷ καὶ τῷ ποιῷ διοίσει καὶ τοῖς καιροῖς οἷον τομὴ διακάθαρσις σκαπάνη κόπρισις. ταῖς δ᾽ οὖν ἀμπέλοις ἢ διὰ τεττάρων ἢ πλειόνων ἐτῶν παραβάλλουσι κόπρον· οὐ γὰρ δύνανται φέρειν δι᾽ ἐλαττόνων οὐδ᾽ ἔστι βοήθεια καθάπερ τοῖς δένδροις ἡ ὕδρευσις ἀλλ᾽ ἐκκαίονται. δι᾽ ὃ καθάπερ ἐλέχθη ταῖς ἐπομβρίαις χώραις συμφέρει μᾶλλον· ἄλλως γὰρ κίνδυνος μὴ ἐπιγινομένων τῶν ἐκ διός.