On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἐν δὲ τῇ διακαθάρσει τά τε μὴ κάρπιμα διαιρετέον καὶ ὅσα τῶν ἑτέρων αὔξησιν ἀφαιρεῖται καὶ ὅσα διαπέφυκεν, ἐν τοῖς ἔξω γὰρ δεῖ τὴν βλάστησιν εἶναι, καὶ ἔτι τὰ πυκνὰ καὶ ἀλλήλοις ἐπιβάλλοντα καὶ ὅσα τὴν ἔκφυσιν ἐκ τῶν μέσων ἔχει· πάντα γὰρ ταῦτα καὶ τὸ πνεῦμα καὶ τὸν ἥλιον ἀφαιρεῖται. δεῖ δὲ καὶ εὔπνουν εἶναι καὶ πρόσειλον τὸ δένδρον δι᾽ ὃ καὶ οὐ κακῶς οἱ οὕτω ῥυθμίζοντες ὥστε πρὸς μεσημβρίαν βλέπειν, καθάπερ οἱ τὰς συκᾶς καὶ τὰ ἄλλα καὶ μάλιστα τὴν ἐλάαν.

ἐπεὶ δ᾽ ἐπίπονος ἡ διακάθαρσις διὰ τὰς πληγὰς διὰ τοῦτ᾽ οὐ τὴν τυχοῦσαν ὥραν ἀλλὰ τὴν μετὰ πλειάδα ληπτέον· ἰσχυρότατα γὰρ τότε καὶ μάλιστα αὑτῶν τὰ δένδρα καταναλωκότα τὸ ὑγρὸν εἰς τοὺς καρποὺς ἕτερον δὲ οὐδέπω δεδεγμένα. τὰ δ᾽ ὀψικαρπότερα δῆλον ὅτι κατὰ λόγον μετὰ τὴν τῶν καρπῶν ἀφαίρεσιν. ἴδιον δ᾽ ἐπὶ τῆς συκῆς· μόνη γὰρ διακαθαίρεται μικρὸν πρὸ τῆς βλαστήσεως· αἴτιον δ᾽ ὅτι τότε μάλιστα εὐσύμφυτος· δεῖ δὲ τοῦτο σπεύδειν, ἀσθενὲς γὰρ ὂν καὶ μανὸν πονεῖ μάλιστα διὰ τοῦ μετοπώρου καὶ περὶ πλειάδα ξηροτέρας οὔσης τῆς ὥρας οὐ δυναμένη συμφῦναι σήπεταί τε παραρρέοντος τοῦ ὕδατος καὶ ὑπὸ τῶν χειμώνων κακοπαθεῖ καὶ τὸ ὅλον διαφθείρεται. τοῦτο μὲν οὖν ἴδιον τῶν ἀσθενῶν καὶ μανῶν.

οὐκ ἴση δὲ πάντων ἡ ἀφαίρεσις ἀλλὰ πλείων τῶν μᾶλλον δεομέ-

νων. δεῖται δὲ τὰ εὐβλαστοῦντα πολλῆς γινομένης οἷον ἐλάα δοκεῖ καὶ ῥόα καὶ μύρρινος· ὅσῳ γὰρ ἄν τις ἐλάττω τούτοις καταλίπῃ βέλτιον βλαστάνει καὶ τοὺς καρποὺς φέρει βέλτιον· τοῦτο δ᾽ ὅτι πυκνόβλαστα καὶ λεπτόβλαστά ἐστι καὶ ταχὺ παραυαινόμενα δι᾽ ὃ καὶ φρυγανικώτατα πάντων τῇ προσόψει.

χρὴ δ᾽ ἐλάττονος ὅσα πρὸς τὰς τομὰς ἀσθενῆ καθάπερ ἄπιος καὶ μηλέα καὶ εἴ τι ἄλλο ξηρὸν καὶ λεπτόφλοιον, καὶ γὰρ ταῦτα πονεῖ· δι᾽ ὃ καὶ τὰ αὖα τούτων ἢ ταῖς χερσὶν ἀφαιρεῖν ὥσπερ ἐλέχθη τινὲς κελεύουσιν ἢ τοῖς σιδήροις ὡς ἐλαφρότατα· κίνδυνος γὰρ ἅμα τῷ πόνῳ διὰ τὴν ἕλκωσιν. ὥσπερ γὰρ καὶ τῶν ῥιζῶν ἐν τῇ σκαπάνῃ τιτρωσκομένων χείρω γίνεται πολλάκις δὲ καὶ νοσεῖ καὶ ἀφαυαίνεται, τὸν αὐτὸν τρόπον οἴεσθαι χρὴ καὶ ἀπὸ τῶν ἄνωθεν ἐν τοῖς μὴ δυναμένοις φέρειν. καὶ περὶ μὲν καθάρσεως ἀρκείτω τὰ εἰρημένα.