On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Χρὴ δὲ καὶ τὰ οἰκεῖα σπέρματα πρὸς εὐφορίαν καὶ τὰ νοσήματα τὰ συμβαίνοντα λαμβάνειν οἷον ἐρυσίβας· ἐπεὶ ἐν τοῖς κοίλοις καὶ ἀπνόοις γίνεται --- τὰ μὴ ἐρυσιβούμενα· τοιαῦτα δὲ τὰ ἐπικλινῆ τῷ στάχυϊ καὶ μὴ ὀρθά. διὰ τοῦτο δὲ καὶ τὸ ἐπικύπτειν συμφέρει τὸν στάχυν ὅπως ἀπορρέῃ καὶ μὴ ἐμμένῃ τὸ ὕδωρ καὶ ἡ δρόσος. ἐπικλίνουσι δὲ οἱ μακροὶ στάχυες μᾶλλον οἱ δὲ πλατεῖς καὶ βραχεῖς ὀρθότεροι δι᾽ ὃ καὶ ἐρυσιβοῦνται ταῦτα διυγραινόμενα. καὶ ὧν ὁ στάχυς ἀπήρτηται πολὺ τῶν φύλλων· ἐν γὰρ τοῖς φύλλοις ἐμμένει μᾶλλον ἡ ὑγρότης ὥστε πλησίον μὲν ὄντος εὐθὺς ἅπτεται πόρρω δὲ οὐχ ὁμοίως.

δι᾽ ὃ καὶ ἡ μὲν ἀχιλληῒς

κριθὴ καὶ λευκὴ καὶ μέλαινα ἐρυσιβώδης, ὀρθοὶ γὰρ οἱ στάχυες, ἡ δ᾽ ἐτεόκριθος ἀσφαλὴς, ἀπονεύει γάρ. τὰ δὲ προσήνεμα τῶν χωρίων ἧττον ἐρυσιβοῦνται· διὰ γὰρ τὴν κίνησιν ἀποσείεται καὶ ἀποπίπτει τὸ ὑγρόν. ἐπεὶ καὶ ὅταν ὕσαντος πνεῦμα ἐπιγένηται καὶ πάλιν ἐπιλαμβάνῃ νὺξ ἧττον· τὸ μὲν γὰρ διέσεισεν ὁ δ᾽ ἥλιος οὐκ εὐθὺς ἐπιγενόμενος οὐκ ἐποίησε σῆψιν ἀλλ᾽ ἀνεξηράνθη πρότερον. ἡ δ᾽ ἐρυσίβη σαπρότης τις οὐδὲν δὲ σαπρὸν ἄνευ θερμότητος ἀλλοτρίας. μάλιστα δὲ ἐρυσιβοῦται σῖτος ταῖς πανσελήνοις διὰ τὸ καὶ τὴν σελήνην τῇ θερμότητι σήπειν τῇ ἑαυτῆς. ἀσθενέστερα δὲ καὶ ἐπικηρότερα πάνθ᾽ ὡς ἁπλῶς εἰπεῖν τὰ λευκὰ τῶν μελάνων καὶ ἐπὶ τῶν φυτῶν ἐστι καὶ ἐπὶ τῶν ζώων. ὅτι μὲν οὖν οἰκεῖα τὰ σπέρματα ταῖς χώραις ληπτέον φανερὸν ἐκ πολλῶν.

νοσήματα δὲ γίνεται πᾶσι τοῖς σπέρμασιν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσυμμετρίαν τῆς τροφῆς τε καὶ τοῦ περιέχοντος ἀέρος ὅταν ἡ μὲν πλείων ἡ δὲ ἐλάττων ὁ δὲ κάτομβρος ἢ κατάξηρος ἄγαν ἢ μὴ κατὰ καιρὸν ἀνυγραινόμενος τύχῃ· τότε γὰρ καὶ οἱ σκώληκες ἐγγίνονται τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς καὶ αἱ κάμπαι τοῖς ἐρεβίνθοις ὅταν οἱ μὲν ἀνυγρανθῶσι καὶ μεταξὺ ἐγγίνωνται θερμημερίαι· τῶν δὲ ἐρεβίνθων ὅταν ἡ ἅλμη κατακλυσθῇ καὶ ἀναγλυκανθῶσι· πανταχοῦ γὰρ ἡ φύσις ζωογονεῖ μιξαμένη πως τῇ ὑγρότητι τὸ θερμὸν καθάπερ ὕλην οὖσαν τὴν ὑγρότητα τῷ θερμῷ πρὸς τὴν σῆψιν.

ὃ καὶ ἐπὶ τῶν πυρῶν συμβαίνει κατὰ τοὺς σκώληκας· γίνονται γὰρ ἐν ταῖς ῥίζαις ὅταν νότια πλείω μετὰ τοὺς σπόρους ἐπιγένηται· τότε γὰρ ἀνυγραινομένης τῆς ῥίζης καὶ τοῦ ἀέρος ὄντος θερμοῦ ζωοποιεῖ πως ἡ θερμότης συσσήπουσα τὴν ῥίζαν, ὁ δὲ γενόμενος εὐθὺς κατεσθίει. πέφυκε γὰρ ἐκ τῶν αὐτῶν ἑκάστοις ἡ γένεσις καὶ ἡ τροφή. ἕτερος δ᾽ ὅταν ἀποχυθῆναι διὰ τὸν αὐχμὸν μὴ δύνηται

τὸ ἐγκατακλειόμενον ὑγρὸν ὑπὸ τοῦ θερμοῦ σήψεως γινομένης ἐζωοποίησεν, εἶθ᾽ ὁμοίως ἡ τροφὴ διὰ τοῦ αὐτοῦ.

ταὐτὸ δ᾽ ἔοικε τοῦτο καὶ ἐπὶ τῶν μηλέων καὶ ὅλως ἐπὶ τῶν δένδρων συμβαίνειν ὅσα σκωληκοῦται διψήσαντα· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ ὑγρὸν καὶ μένειν ἐν τῷ δένδρῳ θερμαινόμενον σῆψιν ἐποίησεν ἐξ ὧν ὁ σκώληξ. σημεῖον δὲ ὅταν ἄφθονος ἡ τροφὴ γίνηται· τότε γὰρ καὶ ἡ ἐπιρροὴ πρὸς τὰ ἄνω διαδίδοται καὶ πλείων οὖσα κατακρατεῖ καὶ οὐ σήπεται. παραπλήσιον δὲ τὸ συμβαῖνόν ἐστι καὶ τῇ ἀμπέλῳ· καὶ γὰρ ἐν ταύτῃ τοῖς νοτίοις οἱ ἶπες γίνονται μᾶλλον ἅτε διυγραινομένης καὶ τοῦ ἀέρος γονεύοντος· εἶτ᾽ εὐθὺς ἐξεσθίουσι τὸ ὁμογενές.

ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐλαῶν αἱ κάμπαι καὶ ἐφ᾽ ὧν ἄλλα ἐγγίνεται ζῶα περὶ τὴν βλάστησιν ἢ τὴν ἄνθησιν ἢ καὶ ὕστερον· πάντα γὰρ ἐκ παραπλησίας αἰτίας ἐστὶ συνιστάμενα. τῇ δ᾽ ἀμπέλῳ μάλιστα τοῦτο συμβαίνει δι᾽ ὅτι φύσει ὑγρόν ἐστι καὶ ἡ ὑγρότης αὐτῆς ἄχυλος καὶ ὑδατώδης· εὐπαθεστάτη γὰρ ἡ τοιαύτη. ἐνιαχοῦ δὲ οὐ γίνονται τὸ ὅλον ἶπες ὅταν εὔπνους τε καὶ μὴ ἔνυγρος μηδ᾽ εὔτροφος ὁ τόπος ὑπάρχῃ. καὶ περὶ μὲν νοσημάτων ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥητέον.