On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τῶν δ᾽ ἀμπέλων τῶν τελέων ἤδη πρῶτον καὶ μέγιστόν ἐστιν ἡ κλάσις· καλῶς γὰρ ἀμπελουργουμένη καὶ εὐβλαστοτέρα καὶ εὐκαρποτέρα καὶ πολυχρονιωτέρα γίνεται. δεύτερον δὲ καὶ τρόπον τινὰ τούτῳ παραπλήσιον ἡ βλαστολογία· καὶ γὰρ ἐνταῦθα εἰδέναι δεῖ τὰ ποῖα συμφέρει καταλιπεῖν καὶ τὰ ποῖα ἀφαιρεῖν καὶ πρὸς τοὺς ἐτείους καρποὺς καὶ πρὸς τὴν ὅλην φύσιν. τὰ δ᾽ ἄλλα ἤδη κοινότερα καὶ ῥᾴω πάντα δ᾽ ἔχοντα διαφορὰν ὥστε καὶ καιρὸν ζητεῖν καὶ τρόπον.

αἱ δὲ διαφοραὶ κατὰ τὰς ὥρας τῶν ἔργων αἱ μὲν καὶ ἐν τοῖς ἄλλοις εἰσὶν, οὐ μὴν ἀλλὰ πλείστη γε κατὰ τὴν κλάσιν καὶ τὴν ἀμπελουργίαν ὑπὲρ ἧς καὶ πειρῶνταί γε διαιρεῖν ἅμα τοῖς τε γένεσι ποιούμενοι καὶ ταῖς χώραις τὸν ἀφορισμόν. ὁ δ᾽ ἀφορισμὸς ἐν δυοῖν ἐν ποίαις ἕκαστα ὥραις δεῖ καὶ ἐν τῷ βραχυτομεῖν ἢ μακροτομεῖν· ἐπεὶ τό γ᾽ εἰς τὴν ἀγωγὴν καὶ τὴν ὅλην τομὴν τῶν ἀμπέλων πανταχοῦ τὰ αὐτά.

σχεδὸν δ᾽ ἔνιοί γε τὸν αὐτὸν ἀποδιδόασιν ἐπί τε τῶν γενῶν καὶ τῆς ὁμοίας χώρας ἀφορισμόν· οἷον τὸ βραχυτομεῖν ἔν τε ταῖς καυσώδεσι καὶ ξηραῖς καὶ τῶν ἀμπέλων ὅσαι τοιαῦται τυγχάνουσιν. ἐγκαρπότεραι γὰρ γίνονται διὰ τὸ μᾶλλον δύνασθαι τρέ-

φειν· μακροτομεῖν δ᾽ ἐν ταῖς ἐναντίαις καὶ τὰς ἐναντίας οἷον ἐν ταῖς ἐφύγροις καὶ εὐτραφέσι καὶ ὅσαι τῶν ἀμπέλων τοιαῦται· φύσει τε γὰρ καρπιμωτέρας εἶναι καὶ τὸν γινόμενον καρπὸν ἐν ἄκροις μᾶλλον φύεσθαι τοῖς κλήμασιν.

ἔνιοι δὲ καθόλου περὶ πασῶν διαιροῦσιν οὐκ εἰς τὰς χώρας ἀποβλέποντες ἀλλ᾽ εἰς αὐτὰ τὰ γένη καὶ τὰς διαθέσεις κελεύοντες σκοπεῖν πρὸς τὴν μήτραν ὥσπερ ἐπὶ τῶν αὐτῶν εἴπομεν ἐν τοῖς ἀποτεμνομένοις τῶν νέων κλημάτων. ἐὰν μὲν γὰρ ἔχῃ πολλὴν πολλὰ καὶ βραχέα καταλιπεῖν, ὅπως βραχέων μὲν ὄντων δύνηται τρέφειν ἀπὸ πολλῶν δὲ πολὺς ὁ καρπὸς γίνηται, ἐὰν δ᾽ ὀλίγην καὶ πολὺ τοῦ ἔνου κλήματος ἔχωσιν, ἐλάττω μὲν τὸ πλῆθος μείζω δὲ τὸ μέγεθος· ἀεὶ δὲ ὅσῳ ἐλάττω τὴν μήτραν τοσούτῳ μακρότερα λείπειν ἐν ἁπάσαις.

καθόλου μὲν οὖν οὕτω τὸ μέγεθος καὶ τὴν βραχύτητα τῶν κλημάτων καθ᾽ ἑκάστην ποιεῖσθαι πρὸς τὴν μήτραν τὴν ἐν τοῖς ἀποτόμοις ὅπως ἴση τὸ πλάτος ᾖ τῷ περιειληφότι κλήματι. τῆς γὰρ ἀμπέλου τεμνομένης ἐξ ἴσου πρός τε τὴν ἕξιν τὴν ἑαυτῆς καὶ πρὸς τὴν τοῦ καρποῦ φορὰν πολυχρόνιον ἔσεσθαι καὶ ἀγαθὴν διὰ τέλους. ἐὰν δὲ ἡ μήτρα πλέον μέρος κατέχῃ τῆς τομῆς καρπὸν μὲν γίνεσθαι πολὺν τὰ δὲ κλήματα ἀμενηνὰ διὰ τὴν τῆς τροφῆς ἀσθένειαν.

ἐὰν δὲ αὖ τὸ κλῆμα τὸ ἐν τῇ τομῇ δυνατὸν ᾖ καὶ νεανικὸν καρπὸν ὀλίγον ἀπὸ μικρᾶς τῆς μήτρας· γίνεσθαι γὰρ τὸν μὲν βότρυν ἀπὸ τῆς μήτρας τὸ δὲ κλῆμα ἀπὸ τοῦ περιειληφότος κλήματος· δηλοῦν δὲ τὴν ἄμπελον αὐτήν. τὰ γὰρ ἐκ τῶν ἔνων νέα βλαστήματα πάντα ἄκαρπα γίνεσθαι διὰ τὴν μικρότητα τῆς μήτρας καὶ τὰς νέας τῶν παλαιῶν ἀφορωτέρας διὰ τὴν αὐτὴν αἰτίαν ὡς ἀπὸ τῆς μήτρας τῆς τε σαρκὸς καὶ τοῦ γιγάρτου γινομένου· ὅπερ οὐδ᾽ ὑπολαμβάνουσιν οὐδ᾽ ἔοικεν εἴπερ ἐξαιρεθείσης ἡ μὲν σὰρξ γίνεται τὸ δὲ γίγαρτον

οὐ γίνεται, πλὴν εἰ ἄρα τοῦ ἐνδοτάτω τῆς μήτρας ἐξαιρουμένης. τοῦτο μὲν οὖν ἐπισκεπτέον.

εἰ δ᾽ ὅλως αἱ μείζους ἔχουσαι τὰς μήτρας εὐκαρπότεραι καὶ πολυκαρπότεραι τυγχάνουσιν οὐδὲν ἂν διαφέροι πρὸς τὰ νῦν. κοινοτάτην μὲν δὴ ταύτην εἶναι πάσαις. ὅσαι δὲ κλήματα μὲν πολλὰ φύουσι καρπὸν δ᾽ ὀλίγον τούτων τὰ μὲν ἐξ ἄκρας τὰ πρῶτα ὡς μακρότατα λείπειν τὰ δὲ πρὸς αὐτὸ τὸ στέλεχος βραχέα, ὅπως ἀπὸ μὲν τῆς βραχείας τομῆς ἡ ἄμπελος αὔξηται ἀπὸ δὲ τῶν ἐξ ἄκρου κλημάτων ὁ καρπὸς ἀπὸ μεγάλης τῆς μήτρας πολὺς ᾖ.

ὅταν δὲ βλαστάνῃ περιαιρεῖν τὰ ἄλλα πάντα πλὴν ὅσα καρπὸν ἔχει, τούτων δ’ ἐπικνίζειν τὰς κορυφὰς ἐν αὐταῖς ταῖς οἰνάνθαις ἵνα μήθ᾽ ἡ ἄμπελος εἰς τοῦτο τὸ κλῆμα ἀφίῃ τὴν αὔξησιν ὅπερ ἀποτέμνεται ἥ τε περιοῦσα τροφὴ σνειληθεῖσα ἐπὶ ταῖς οἰνάνθαις αὔξῃ τὸν βότρυν. ἀεὶ γὰρ δεῖ τοῦτο ζητεῖν ἐκ τῆς τομῆς ὅπως ἥ τε ἄμπελος ἰσχύσει καὶ ὁ καρπὸς ἔσται πολύς. αὕτη μὲν δὴ καθόλου τίς ἐστι κοινὴ πάσαις.