On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τοὺς δὲ τόπους ζητεῖ τοὺς οἰκείους οὐ μόνον τὰ περιττὰ καὶ ἴδια τῶν δένδρων ἀλλὰ καὶ τὰ κοινότερα γινόμενα· τὰ μὲν γὰρ φιλεῖ ξηροὺς τὰ δὲ εὐΰδρους τὰ δὲ χειμερινοὺς τὰ δὲ προσείλους τὰ δὲ παλισκίους καὶ ὅλως τὰ μὲν ὀρεινοὺς τὰ δὲ ἑλώδεις ὥσπερ καὶ διαιροῦσιν. οὐκ ἀεὶ δὲ πάντα τοὺς αὐτοὺς ἴσως οὐδὲ διὰ μίαν αἰτίαν ἀλλὰ διὰ πλείους ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐλέχθη. καὶ γὰρ τὸ συγγενὲς τῆς φύσεως ἕκαστον ἄγει πρὸς τὸν οἰκεῖον ἐν ᾧπερ καὶ τὰ αὐτόματα φύεται· τὸ δ᾽ αὐτόματον μηνύει τὴν φύσιν εἴπερ ἐκ τῶν αὐτῶν αἱ τροφαὶ καὶ αἱ γενέσεις. καὶ αἱ καθ᾽ ἕκαστον διαιρέσεις οἷον ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης· ζητεῖ γὰρ τὰ πρόσφορα κατὰ τὴν κρᾶσιν. ἔτι δὲ ἀσθενῆ καὶ ἰσχυρὰ καὶ βαθύρριζα καὶ ἐπιπολαιόρριζα καὶ εἴ τις ἄλλη διαφορὰ κατὰ τὰ μέρη. πολλάκις δὲ καὶ διὰ πλείω τούτων·

καὶ ἐνίοτε τὰ μὲν ἔχοντα τὰ δὲ οὐκ ἔχοντα· πάντα γὰρ οὐ ταὐτά. ἔτι δὲ καὶ τὰ ὅμοια ζητεῖ τὸ ὅμοιον καὶ τὰ ἀνόμοια μὴ τὸν αὐτὸν ὅταν μὴ ᾖ τις παραλλαγὴ τῆς φύσεως. ἐν οἷς καὶ τὰ περὶ τὴν ἐλάτην καὶ πεύκην ἐστίν· ἡ μὲν γὰρ χαίρει παλισκίοις ἡ δὲ πεύκη τοῖς προσείλοις ἐν ἐκείνοις δὲ οὐ φύεται παράπαν ἢ κακῶς. θερμὰ μὲν ἴσως ἄμφω καθάπερ φασὶν ἀλλ᾽ ἡ μὲν ἐλάτη ξηρὸν ἡ δὲ πεύκη ὑγρόν· σημεῖον δὲ καὶ ἡ τῆς πίττης γένεσις· ἅμα δ᾽ ὑγρότητος πλῆθος καὶ ὁ πρόσειλος τόπος οἰκεῖος· πέψις γὰρ οὕτω μᾶλλον· ἀεὶ δὲ κατὰ τὸ ὑπεραῖρον ἡ ὄρεξις.

ᾗ καὶ δῆλον ὡς ἐν τοῖς δοκοῦσι παραλλάττειν τῶν ὁμογενῶν ἀεί τινα ζητητέον τοιαύτην διαφοράν. ἐπεὶ ὅσα μὴ ὁμογενῆ τὸν αὐτὸν ζητεῖ καθάπερ ὁ κιττὸς καὶ τὰ πάρυδρα καὶ ἀλσώδη ῥᾴδιον εἰπεῖν· ὁ μὲν γὰρ θερμὸς καὶ ξηρὸς τῶν δὲ ἡ φύσις

ὅλως συγγενής. ἔνια δὲ καὶ τούτων ἐν ταῖς καθ᾽ ἕκαστον διαφοραῖς ἔδειξε τὴν αἰτίαν. ὁμοίως δὲ καὶ ὅσα φιλόσκεπα τυγχάνει καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὥσπερ ἡ ῥόα καὶ ὁ μύρρινος καὶ ὁ μὲν πυκνὸς ὢν καὶ ξηρὸς ἡ δὲ μανὴ καὶ οὐ ξηρά·

τὸν μὲν γὰρ καρπὸν ἀμφότερα πυρηνώδη καὶ οὐχ ὑγρὸν ἔχει. τῷ μὲν οὖν ἡλίῳ παραδιδόμενος ταχὺ καταξηραίνεται σκιατροφούμενος δὲ καὶ μετρίως εἰσλάμποντος σώζει τε τὴν οἰκείαν ὑγρότητα καὶ πεπαίνει δι᾽ ὃ καὶ τὰς ῥόας πυκνὰς φυτεύουσι καὶ τοὺς μυρρίνους ἵνα συσκεπάζωσιν ἄλληλα καὶ προβολὴν ἔχωσι τοῦ ἡλίου· ἅμα δὲ καὶ τῷ μὴ πολύρριζα τυγχάνειν οὐκ ἐνοχλοῦνται κατὰ τὰς τροφάς. εἰ γὰρ αὖ τἀναντία τις οὕτω φυτεύοι καθάπερ ἄμπελον καὶ συκῆν οὐκ ἂν ὁμοίως εὐκαρποῖ· ἔνυγρα γὰρ ὄντα καὶ πέψεως δεῖται πλείονος.

αἱ μὲν οὖν τῶν τόπων παραλλαγαὶ διὰ τοιαύτας τινάς εἰσιν αἰτίας ὅπου μὴ καὶ ἄλλο τι συμβαίνει κώλυμα καὶ σίνος πρὸς εὐκαρπίαν ὥσπερ περὶ Τάραντα ταῖς ἐλάαις· ἢ γὰρ ἀπνοίᾳ κατὰ τὴν ἄνθησιν ἀποκάεται τὰ πολλὰ ἢ ὅταν πνέῃ τοιοῦτόν τι πνεῖ πόντιον ὃ τῇ ἅλμῃ τῇ ἐπιφερομένῃ κατεσθίει καὶ λυμαίνεται τὰ ἄνθη. δοκεῖ δὲ καὶ ὁμίχλη τις ἄνευ πνοῆς ἐκβαίνειν ἣ ὅταν ἅψηται τῶν ἀνθῶν ἀποκάει δι᾽ ὃ καὶ μάντεις θύουσιν ὥστε μὴ ἐκβῆναι καί φασι κωλύειν. τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τι πάλιν σωτήριον ἢ καὶ πρόσφορόν ἐστι τοῦ ἀέρος· ἐνίοτε γὰρ τῶν ἐδαφῶν ὄντων φαύλων ὁ ἀὴρ ἐκτρέφει τῇ εὐκρασίᾳ καθάπερ ἐλέχθη καὶ τοῖς οἰκείοις πνεύμασιν.