On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν πνευμάτων τὰ βόρεια τῶν νοτίων βελτίω καὶ τὰ πόντια τῶν ἀπογείων ὅτι ψυχρότερα καὶ τὰ ἀπὸ δύσεως τῶν ἀφ᾽ ἑῴων. καθόλου γὰρ ὡς εἰπεῖν τὰ ψυχρὰ τῶν θερμῶν ἐὰν μὴ ἀρτιβλαστῆ ᾖ ἢ καὶ ἐν ἀνθήσει λαμβάνῃ· τότε γὰρ ἀποκάει τὰ ψυχρὰ καθάπερ εἴρηται. βελτίω δὲ καὶ τὰ ζεφύρια καὶ αἱ τροπαὶ καὶ ὅλως αἱ αὖραι τῶν σκληρῶν καὶ διατόνων· τὰ μὲν γὰρ τρέφει θάτερον δὲ πιλοῖ καὶ κωλύει τὰς αὐξήσεις. ἰσχύει δ᾽ ἕκαστον κατὰ τὴν θέσιν τῆς χώρας· ἄλλα γὰρ ἄλλοις τοιαῦτα καθάπερ ἐλέχθη καὶ πρότερον· δι᾽ ὃ καὶ ὡς μὲν ἐπίπαν εἰπεῖν βελτίω τὰ βόρεια τῶν νοτίων.

οὐ μὴν ἀλλ᾽ ἐπείπερ αἱ παραλλαγαὶ καὶ τῆς χώρας ποιοῦσι τὰς δυνάμεις καὶ δεῖ τοῦ μὲν χειμῶνος εἶναι θερμὰ τοῦ δὲ θέρους ψυχρά· βοηθεῖ γὰρ οὕτως ἑκάτερα πρὸς τὰς ὥρας ὥσπερ εἴπομεν, ἐὰν δὲ ὅμοια βλάπτει, ποιεῖ γὰρ ὑπερβολήν. εὔλογον δὴ μὴ τὰ αὐτὰ πᾶσιν εὔτροφα καὶ ὠφέλιμα καὶ βλαβερὰ γίνεσθαι· δι᾽ ὃ τοῖς μὲν ὁ νότος ἐπισινὴς τοῖς δ᾽ ὠφέλιμος, ὡσαύτως δὲ καὶ ὁ ζέφυρος καὶ τῶν ἄλλων ἕκαστος. ἅπασι δὲ χαλεπὰ καθάπερ εἴρηται τὰ κατὰ τὴν βλάστησιν εὐθὺς ἢ θερμὰ λίαν ἢ ψυχρὰ πνέοντα· διαφθείρει γὰρ ἄμφω διὰ τὴν ἀσθένειαν.

ὡς δὲ τὸ σύνολον εἰπεῖν εὔπνουν εἶναι χρὴ τὸν τόπον· ἕτερος δ᾽

εὔπνους καὶ ὅλως ὁ προσήνεμος ἀναυξής. σχεδὸν δ᾽ ὁμολογουμένη τις καὶ ἡ τοῦ ἀέρος διάθεσίς ἐστι τούτοις· ὁ γὰρ εὐκραὴς ἀὴρ ὡς ἁπλῶς εἰπεῖν ἄριστος τοῖς δένδροις εὐβλαστὴς ὢν καὶ εὔκαρπος, οἱ δὲ περισκελεῖς ἐφ᾽ ἑκάτερα διαφθείρουσιν οἱ μὲν τοὺς καρποὺς οἱ δ᾽ ὅλως καὶ τὰ δένδρα, πλὴν ὅσα πέφυκεν οἰκεῖα τούτοις· ἔνια γὰρ δὴ ταῖς ὑπερβολαῖς χαίρει καὶ τὰ μέν ἐστι φιλόθερμα καθάπερ φοῖνιξ τὰ δὲ φιλόψυχρα μᾶλλον ὥσπερ ὁ κιττὸς καὶ ἡ ἐλάτη· ταῦτα γὰρ ὅλως ἐν τοῖς ἐμπύροις οὐ φύεται, χαλεπῶς δὲ καὶ πύξος καὶ φιλύρα καθάπερ ἐν ταῖς ἱστορίαις εἴπομεν.

αἴτιον δὲ ἡ θερμότης καὶ ἡ ξηρότης· οἷον γὰρ πῦρ γίνεται, συμμετρίας δέ τινος δεῖται καὶ τὸ ὅμοιον. ὡσαύτως δὲ οὐδ᾽ ἐν τοῖς ψυχροῖς ἔνια φύεται τῶν ψυχρῶν διὰ τὴν αὐτὴν αἰτίαν. ἔστι δὲ καὶ τῶν ἐναντίων δῆλον ὅτι συμμετρία τις πρὸς ἄλληλα ὥστε τὰ μὲν δύνασθαι βλαστάνειν τὰ δὲ μή· ἀεὶ γὰρ δεῖ λόγον τινὰ ἔχειν τὴν κρᾶσιν τῆς φύσεως πρὸς τὸ περιέχον. ἔοικε δὲ κοινὸν εἶναι τοῦτο καὶ ἐπὶ τῶν ζώων· καὶ γὰρ τὰ ζῶα καθ᾽ ἑκάτερον τῶν τόπων ἴδια τυγχάνει τὰ μὲν δεχόμενα τὰ δ᾽ οὐ δεχόμενα τὴν τοῦ ἀέρος διάθεσιν, ὁτὲ δὲ καὶ τροφὰς οὐκ ἔχοντα τὰς οἰκείας. ἐνδέχεται γὰρ καὶ τοῦτο κωλύειν ὁμοίως καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχα δὲ καὶ ἑτέρας πλείους αἰτίας αἳ πρὸς τὰς ἰδίας φύσεις εἰσὶν ἐναντίαι.