On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Θαυμασιώτατον δ᾽ ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν οὖν οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν καὶ δοκεῖν. τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ᾽ ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείοσιν.

οἱ δὲ διαφέρειν καὶ σημεῖον λέγουσιν οὐ μικρὸν εἰ γὰρ ἀληθὲς ὡς οὐ μόνον ἐν τοῖς ὁμογενέσιν ἕκαστον ἐμφύεται τούτων οἷον ἐλάταις καὶ πεύκαις ἀλλὰ καὶ ἐν τῷ αὐτῷ πλείω καθ᾽ ἑκάτερον τῶν μερῶν ἔνθεν μὲν στελὶς ἢ ἰξία ἔνθεν δὲ ὑφέαρ· ἔτι δὲ οὐ μόνον τὰς μορφὰς ἀλλ᾽ οὐδὲ τοὺς καρποὺς ὁμοίους ἔχειν φασὶ καὶ τοῦτό γε πανταχόθεν διατηρεῖσθαι καὶ ἐν ταῖς πλεῖστον διαφερούσαις χώραις. ἐπεὶ τό γε τὴν μὲν ἀείφυλλον εἶναι τῶν ἰξιῶν τὴν δὲ φυλλοβόλον οὐθὲν ἄτοπον, κἂν ἡ μὲν ἐν ἀειφύλλοις ἡ δὲ ἐν φυλλοβόλοις ἐμβιῴη· συμβαίνει

γὰρ ἔνθα μὲν ἔχειν ἔνθα δὲ μὴ ἔχειν διαρκῆ τὴν τροφήν· αἰτία δὲ αὕτη τῆς ἀειφυλλίας καὶ μὴ καθάπερ εἴπομεν.

ἀλλὰ τοῦτο μὲν ὁποτέρως ποτ᾽ ἔχει πρὸς τὸ νῦν ἀπορούμενον οὐθὲν διαφέρει. τὸ δὲ μὴ φύεσθαι χαμαὶ μηδαμῶς ἄτοπον ἄλλως τε καὶ οὕτω πολὺν καὶ ἰσχυρὸν ἔχουσαν καρπόν. εἰ δὲ καὶ σπέρματα τὰ τοιαῦτά ἐστιν οἷον τὸ περὶ Βαβυλῶνα τῇ ἀκάνθῃ περὶ τὸ ἄστρον ἐπισπειρόμενόν φασιν αὐθημερὸν ἀναβλαστάνειν καὶ ταχὺ περιλαμβάνειν καὶ τὴν ἄκανθαν, ἔτι δὲ τὸ συριακὸν βοτάνιον ὁ καλούμενος καδύτας καὶ δένδροις καὶ ἀκάνθαις ἐμφύεται καὶ ἄλλοις τισὶ, τῇ μὲν ἔλαττον ἂν εἴη τῇ δὲ πλεῖον τὸ θαυμαστόν· ἀμφότερα γὰρ ποιεῖ τὸ πλῆθος ἐν τοῖς παραδόξοις ὁτὲ μὲν ὡς πεφυκὸς οὕτω μὴ θαυμάζειν ὁτὲ δὲ μᾶλλον θαυμάζειν διὰ τὸ πλῆθος.

ἐπεὶ τό γε ἐμφύεσθαι καὶ ἐν δένδροις καὶ ἐν φυτοῖς ἑτέροις τὸ καὶ ἐν τῇ γῇ φυόμενον οὐκ ἄτοπον ἄλλως τε καὶ γινόμενον ὥσπερ ὁ κιττὸς ἐν πολλοῖς. ἔτι γὰρ τοῦτο παραδοξότερον ὅτι καὶ ἐν ἐλάφου κέρασιν ὦπται καὶ ἡ τέρμινθος δὲ ἐν ἐλάᾳ καὶ τὸ πολυπόδιον καλούμενον ἐπί τισι δένδροις καὶ ὅσα δὴ σπανιώτερα καὶ τερατωδέστερα φαίνεται, καθάπερ ἡ δάφνη ποτὲ ἐν πλατάνῳ καὶ ἐν δρυῒ καὶ τὰ ἄλλα ὅσα ὡς τέρατα προφαίνουσιν. ὅταν γὰρ εἰς γεῶδες γεγενημένον διὰ σῆψιν ἐμπέσῃ τὸ σπέρμα διεβλάστησεν εἶτα ζῇ τὴν τροφὴν τὴν ἐκ τοῦ δένδρου λαμβάνον, ὃ καὶ ἐπὶ τοῦ κιττοῦ τοῦ περὶ τὰ κέρατα βλαστοῦντος εἴπερ ἦν οὐκ ἄλογον.

ἀλλὰ τὸ ἐν ἑτέρῳ μόνον φύεσθαι χαμαὶ δὲ μὴ τοῦτ᾽ ἄτοπον· προσφιλῆ γὰρ δὴ ἀλλήλοις καθάπερ καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχ᾽ ἂν εἴη· τὸ δ᾽ ὅλως ἐπὶ τῆς γῆς μὴ φύεσθαι θαυμαστὸν ἄλλως τε καὶ καρπὸν ἔχον καὶ σπέρμα καὶ ἀπὸ τούτου βλαστάνον. εἰ γὰρ ἦν ἐκ διαφθορᾶς τινος τῶν ἐν τοῖς δένδροις ἡ γένεσις ὥσπερ ἐν τοῖς ζώοις ἐγγίνεται τοιαῦτα ζῶα λόγον rorrs. II.

τινὰ εἶχεν· ἀλλ᾽ οὐκ ἔστιν οὐδὲ γίνεται πλὴν ἀπὸ σπέρματος ὅταν οἱ ὄρνιθες ἐσθίοντες τὸν καρπὸν προΐωνται τὴν περίττωσιν ἐπὶ τῶν δένδρων· τότε γὰρ αὐτὸς ὁ καρπὸς σωζόμενος καὶ ἐπιμείνας διεβλάστησε.

τὸ μὲν οὖν θαυμαστὸν πολὺ καὶ ἐκ πολλῶν. ἔοικεν οὖν ὅμοιόν τι συμβαίνειν ταῖς ἐμφυτείαις καὶ τοῖς ἐνοφθαλμισμοῖς· ἑτοιμοτέραν γὰρ λαμβάνει τροφὴν καὶ ὥσπερ κατειργασμένην καὶ πεπεμμένην σχεδὸν ὃ καὶ ἡ ἰξία ζητεῖν φαίνεται. τὸ δὲ τοιαύτης δεόμενον ἀσθενὲς ἂν εἴη τῇ φύσει, τοῦτο δὲ πάλιν οὐκ ἔοικεν ἀλλ᾽ ἰσχυρὸν εἶναι καὶ τρόφιμον καὶ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ· τούτοις γὰρ δὴ καὶ τοὺς βοῦς καὶ τὰ ὑποζύγια χιλεύουσι καὶ ἀνατρέφουσι μετὰ τοὺς θερισμούς. ἔτι δὲ καὶ αὐτὸς ὁ καρπὸς τῆς ἰξίας μηνύει τὴν ἰσχύν.

ἀλλὰ μὴν εἴ γε ἰσχυρὰ καὶ μὴ ἀσθενῆ διὰ τί ποτ᾽ οὐ βλαστάνει καθ᾽ αὑτὰ καὶ φύεται· διαβιάσασθαι γὰρ τὴν γῆν τῶν ἰσχυόντων ἐστὶ ὅπερ ποιεῖ καὶ ὁ θέρμος. εἰ δ᾽ αὖ ψυχρὸν ἔχει τὸ σπέρμα καὶ δύσπεπτον ἀλλὰ χρονιωτέραν ἐχρῆν εἶναι τὴν ἔκφυσιν ὥσπερ καὶ ἑτέρων. ἐπεὶ καὶ τῶν τευτλίων ἔνιά φασι τῷ ὕστερον ἔτει διαφύεσθαι καὶ διαβλαστάνειν· οὐδὲ γὰρ οὐδὲ ταύτῃ κίνδυνος ὥστε σαπῆναι· διαμένον γὰρ καὶ τοῦτο φαίνεται καὶ ἕτερα πολλῷ τούτων ἀσθενέστερα. ταῦτα μὲν οὖν οὐ λύει τὴν ἀπορίαν ἀλλ᾽ ἐπιξυνδεῖ μᾶλλον.

ἡ δ᾽ ἀρχὴ ληπτέα φυσικῶς ἀκολουθοῦσι κατὰ τὸ γινόμενον ὅτι πέφυκεν ἐν ἑτέρῳ μόνον ταῦτα γίνεσθαι καθάπερ καὶ ζῶα ἐν ζώοις οἷον τά τε ἐν ταῖς πίνναις ἐστὶ καὶ ὅσα ἄλλα ζωοτροφεῖ. πλὴν τῶν μὲν οὐκ ἔχομεν τὴν γένεσιν τῶν δ᾽ ἔχομεν λέγειν. τὸ δὲ ἀπὸ τῆς τῶν ὀρνίθων προσφορᾶς εἶναι τὴν ἀρχὴν ὥσπερ συμβεβηκός ἐστι πρὸς τὴν γένεσιν ὅπερ καὶ ἐπ᾽ ἄλλων γίνεται. κατορύττει γὰρ ἡ κίττα θησαυριζομένη τὰς βαλάνους καὶ ἄλλα τῶν ὀρνέων· περιαιρεθέντος δὲ τοῦ ἰξοῦ καὶ

κατεργασθέντος ἐν ταῖς κοιλίαις ὅπερ ἐστὶ ψυχρότατον σὺν τῷ περιττώματι καταπίπτον τὸ σπέρμα καθαρὸν καὶ τοῦ δένδρου λαμβάνοντός τινα μεταβολὴν ὑπὸ τῆς κόπρου διαβλαστάνει καὶ φύεται.

τὴν δ᾽ ἰσχὺν εὐλόγως ἔχει καὶ διὰ τὴν εὐτροφίαν καὶ μάλιστ᾽ ἴσως διὰ τὴν αὐτοῦ φύσιν. ἰσχυρότερα δὲ εἰκὸς τὰ ἐν ταῖς ἐλάταις καὶ πεύκαις εἶναι· πλείων γὰρ ἡ τροφὴ καὶ λιπαρωτέρα. πολλὰ δ᾽ ἡ φύσις φαίνεται καὶ ἐν τοῖς ζώοις τοιαῦτα ποιεῖν ὥσθ᾽ ἕτερον ἑτέρῳ χρήσιμον εἶναι πρὸς σωτηρίαν καὶ γένεσιν ἅπερ ἐν ταῖς ἱστορίαις ταῖς περὶ τούτων εἴρηται· δι᾽ ὃ καὶ ἐνταῦθα ἴσως οὐ θαυμαστέον τὸ τῶν ὀρνίθων εἴτε ἐπίτηδες εἴτε κατὰ συμβεβηκὸς γέγονεν οὐδὲ λεκτέον ὅτι οὐκ ἂν ἦν ἡ γένεσις εἰ μὴ διὰ τούτους. οὔτε γὰρ ἴσως ταῖς πίνναις βίος εἰ μὴ διὰ τὸν καρκίνον, οὐδ᾽ ἡ τῶν μελιττῶν φύσις εἰ μὴ διὰ τὸν γόνον ὥς φασί τινες, οὐδ᾽ ἡ τοῦ κόκκυγος εἰ μὴ ἦν ἡ ὑπολαῒς ᾗ εἰς τὴν νεοττίαν τὰ ὠὰ τίθησιν. ἀλλ᾽ ὥσπερ καὶ φθοραὶ καὶ σωτηρίαι τινὲς γίνονται δι᾽ ἀλλήλων καὶ εἰς τοὺς βίους καὶ εἰς τὰς γενέσεις οὕτω καὶ πρὸς τὰ φυτὰ διήκειν οὐθὲν κωλύει παρὰ τῶν ζώων. ὥστε ταύτην ἢ τοιαύτην αἰτίαν ὑποληπτέον εἶναι τῶν ἀπορηθέντων.

ἐν δὲ τοῖς ἐπισπειρομένοις ἀφῄρηται καὶ τὸ ξυμβεβηκὸς, προαιρέσει γὰρ δρῶσιν, ἀλλὰ τὸν καιρὸν δῆλον ὅτι λαμβάνουσι τῆς ἐπισπορᾶς ὅταν ὀργᾷ τὸ ὑποκείμενον ὥσπερ ἡ ἄκανθα φαίνεται περὶ τὸ ἄστρον· ἔνικμον γὰρ δεῖ καὶ εὐαφὲς εἶναι πρὸς τὴν διαβλάστησιν· τὸ δὲ ταχὺ τῆς ἐκφύσεως οὐ μόνον διὰ τοῦτο καὶ τὴν ὥραν ἀλλὰ δῆλον ὅτι καὶ διὰ τὴν ἰδίαν γίνεται φύσιν. καὶ περὶ μὲν τούτων ἅλις.