On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἐπεὶ δ᾽ ἕτερον τὸ περικάρπιον, τοῦτο γὰρ πρὸς τὴν χρῆσιν ἡμῶν, ἀνάγκη μὲν τούτων ὅρον τινὰ καὶ τὸν χρόνον εἶναι, τὸν δὲ ὑπερβάλλοντα λυμαίνεσθαι χειμώνων τε καὶ ὑδάτων καταλαμβανόντων· τῶν δὲ καρπῶν μὴ εἶναι· συγκαταρρέουσι γὰρ τούτοις προεκπηδῶσιν ὥσπερ οἱ τῆς πιττώδους πεύκης καὶ ὅλως τῶν κωνοφόρων· προσηρτημένων γὰρ ἔτι τῶν κώνων ἐκπηδᾷ τὰ κάρυα καὶ καταλείπονται κενοί. ταὐτὸ δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν κυπαρίττων, ἀλλ᾽ ἔνθα μὲν τὸ σπέρμα καρυῶδες, ἔνθα δὲ ὑμενῶδες καὶ ἀμενηνόν.

ὅσα μὲν οὖν ξυλώδεσιν ἢ δερματικοῖς τισι περιέχεται καθάπερ τά τε κάρυα καὶ βάλανοι ταῦτα μὲν περιστεγόμενα διατηρεῖται πρὸς τὴν τῆς βλαστήσεως ὥραν, ὧν δὲ σαρκώδη τὰ περικάρπια ταῦτα δὴ σηπομένων καὶ περιρρεόντων αὐτὰ καθ᾽ αὑτὰ σώζεται, τὰ μὲν ὄντα ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ ὁ τοῦ φοίνικος καὶ ὁ τῆς ἐλάας πυρὴν, τὰ δὲ ἐν ὑμέσι καὶ χιτῶσι περιεχόμενα πλείοσι, τὰ δὲ καὶ ἀλλήλοις πως συνημμένα καὶ

κοινὴν περιοχὴν ἔχοντα καθάπερ καὶ τὰ τῶν ἀπίων καὶ μήλων· ἅπαντα γὰρ ταῦθ᾽ ὡς εἰπεῖν ἐν μείζοσι περικαρπίοις ἵνα πλείω διαμένῃ χρόνον.

τῶν μὲν οὖν καρπῶν αὕτη φυλακὴ καὶ σωτηρία πρὸς τὴν γένεσιν. ἡ δὲ τῶν περικαρπίων παραμονὴ ὅρον τινὰ ἔχει καθάπερ ἐλέχθη πρὸς τὴν χρείαν. ἐπεὶ καὶ οἱ χυλοὶ χρονιζόμενοι καὶ ἀνυγραινόμενοι χείρους γίνονται, τῶν δὲ οὐδὲ πλείους οὐδὲ ἀπό τινος ὥρας ὥσπερ οὐδὲ τῶν ἐλαῶν ἀπ᾽ ἀρκτούρου· μέχρι τούτου γὰρ τὸ ἔλαιον ἐγγίνεσθαι δοκεῖ, ἀπὸ δὲ τούτου τῆς σαρκὸς ἡ αὔξησις, καὶ ἐάν γε δὴ πλείω ποιῇ ὕδατα καὶ χεῖρον γίνεσθαι τὸ ἔλαιον ἀμόργην λαμβάνον πλείω, πολλάκις δὲ καὶ σηπομένου τοῦ καρποῦ.

περιμένουσι δὲ τὴν πέπανσιν καὶ οὐκ εὐθὺς ἀφαιροῦσιν ὅτι καὶ ἡ κατεργασία καὶ ἡ ἀφαίρεσις χαλεπωτέρα καὶ ἔτι τὰ δένδρα λυμαίνοιτ᾽ ἂν ῥαβδιζόμενα. φαίνεται δ᾽ οὖν εἴπερ τοῦτ᾽ ἀληθὲς ἡ τοῦ θερμοῦ φύσις δημιουργεῖν τὸ ἔλαιον καὶ τὴν λιπαρότητα τοῦ χυλοῦ συμμετρίαν ἔχουσα πρὸς τὸ ὑποκείμενον. ἡ δὲ πλείων ὥσπερ ἀλλοτρία καὶ ἐπίθετος πρὸς περιττώματος χώραν. --- οἷον ἀντισπῶσα μᾶλλον εἰς τὴν σάρκα τὴν τοῦ χυλοῦ δύναμιν·

ὃ καὶ τοῦ θέρους καὶ τοῦ χειμῶνος συμβαίνει γιγνομένων ὑδάτων ἐκ Διὸς καὶ βρεχομένων τοῖς ναματιαίοις ἐν ὁρμῇ τῆς αὐξήσεως οὔσης. ἐκσαρκοῦνται γὰρ καὶ ἀπολλύασι τὸ ἔλαιον διὰ τὴν πολυτροφίαν ἂν μὴ μετὰ ταῦτα αἰθρίαι γινόμεναι καταξηράνωσιν, οὕτω δὲ σώζεται καὶ πληθύει μᾶλλον. ὅπερ ἤδη καὶ πρότερον πολλάκις γέγονε καὶ τὸ τελευταῖον ἤδη ἐπ᾽ ἄρχοντος Νικοδώρου, δι᾽ ὃ καὶ ἡ ῥύσις ἐγένετο καλλίων, ἐκ γὰρ τῶν ἡμίσεων ἡ αὐτή. τὰς μὲν πέψεις ὅτι πρὸς τὴν χρείαν τὴν ἡμετέραν εὑρίσκομεν ἐκ τούτων καὶ ἐκ τῶν πρότερον δῆλον ἐν οἷς ὑπὲρ τῶν ἀγρίων εἴπομεν.