On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὸ δ᾽ ἐπὶ τῶν διφορούντων δένδρων ὅμοιόν τινα τρόπον ἐστὶ τῷ ἐπὶ τῶν προβάτων γινομένῳ· ἐκεῖνα γὰρ εὐτοκήσαντα καὶ εὐγονοῦντα πάλιν ὁρμᾷ πρὸς τὴν κύησιν ἐκποιούσης ἔτι τῆς ὥρας. καὶ τὰ δένδρα παραιρεθέντων τῶν πρώτων καρπῶν γονεύει πάλιν ἑτέρους, δεῖται δ᾽ ἴσως χώρας τε εὐτρόφου τὰ τοιαῦτα

τῆς τε θεραπείας πλείονος ἢ ἀμφοῖν καὶ μάλισθ᾽ ὡς εἰπεῖν τῆς τοῦ ἀέρος κράσεως ὅπως λάβῃ τὸν χρόνον ἱκανὸν εἰς τὴν κύησιν.

διὰ τοῦτο γὰρ οὐδ᾽ ἐάν τις ἀφέλῃ τὸν καρπὸν ἢ ἄνθος, δύναται πάλιν ἕτερα γεννᾶν διὰ τὸ μὴ λαμβάνειν τὸν τῆς κυήσεως χρόνον· οὐ γὰρ οἷόν τε ἄνευ τοῦ κυῆσαι γεννᾶν ἐξανηλωμένου τοῦ προϋπάρχοντος. ἅμα δὲ ὥσπερ πηροῦσθαι συμβαίνει τὴν ἀρχὴν διὰ τὴν ἕλκωσιν, ὥστε βλαστάνειν ἀπὸ τούτου μὴ καινῆς ἄλλης γινομένης οὐκ ἐκποιεῖ τὸ τῆς ὥρας· τούτων μὲν οὖν οὕτως ταύτας ὑποληπτέον τὰς αἰτίας.

αἱ δὲ πεπάνσεις τῶν καρπῶν οὐ κατὰ τὰς βλαστήσεις γίνονται· βλαστάνει γὰρ τά γε πολλὰ σύνεγγυς αὐτοῖς κατὰ μίαν ὡς εἰπεῖν ὥραν· τοῦ δὲ πεπαίνειν τοὺς καρποὺς πολλοῖς χρόνοις ὕστερον ἐκείνην τὴν αἰτίαν ὑποληπτέον, ὅτι τὰ μὲν τῶν φύλλων καὶ βλαστῶν εὐκινητότερα καὶ ῥᾴονα σωματικωτέραν ἔχοντα καὶ περιττωματικὴν τὴν ὕλην, οἱ δὲ καρποὶ καθαρωτέραν καὶ μάλιστα δὴ τῶν χυλῶν αὐτῶν· αὕτη δ᾽ ἡ τῶν καρπῶν πέπανσις εἰς ἣν πλείονος δεῖται καὶ δυνάμεως καὶ κατεργασίας·

ἔτι δὲ μεγάλας εὐθὺς διαφορὰς ἔχουσιν οἱ καρποὶ τῷ ξυλώδεις ἢ γεώδεις ἢ ξηροὶ ἢ λιπαροὶ τὴν φύσιν εἶναι· δυσκατεργαστότεροι γὰρ οἱ τοιοῦτοι, δι᾽ ὃ καὶ προανθοῦντα ἔνια τὸν καρπὸν ἔχει πολὺν χρόνον ὥσπερ ἀμυγδαλῆ· δυσκατάπεπτος γὰρ ὁ ξυλώδης· τὸ δ᾽ ἄνθος ὠθεῖ διὰ τὴν πρότερον λεχθεῖσαν αἰτίαν, εἴπερ βούλονται πάντα ταῦτα συμμετρίαν τινὰ ἔχειν καὶ τάξιν. ἀλλὰ καὶ αὐτῶν τῶν ἀνθῶν ὅσα μετὰ σωματικῶν ὄγκων, ὀψιαίτερόν τι γίνεται καθάπερ τὸ τῆς ῥόας· ἐν γὰρ τῷ κυτίνῳ τὸ ἄνθος.