Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ὅταν δὲ κομίσωσιν, ἕκαστον σωρεύσαντα τὸν αὑτοῦ καὶ τὴν σμύρναν ὁμοίως καταλιπεῖν τοῖς ἐπὶ τῆς φυλακῆς, τιθέναι δὲ ἐπὶ τοῦ σωροῦ πινάκιον γραφὴν ἔχον τοῦ τε πλήθους τῶν μέτρων καὶ τῆς τιμῆς ἧς δεῖ πραθῆναι τὸ μέτρον ἕκαστον· ὅταν δὲ οἱ ἔμποροι παραγένωνται, σκοπεῖν τὰς γραφάς, ὅστις δ᾿ ἂν αὐτοῖς ἀρέσκῃ [*](1 πραθῆναι conj. Sch. from G; πρασθῆναι U; προσθῖναι P2 Ald.)

238
μετρησαμένους τιθέναι τὴν τιμὴν εἰς τοῦτο τὸ χωρίον ἔνθεν ἂν ἕλωνται, καὶ τὸν ἱερέα παραγενόμενον τὸ τρίτον μέρος λαβόντα τῆς τιμῆς τῷ θεῷ τὸ λοιπὸν αὐτοῦ καταλιπεῖν καὶ τοῦτο σῶν εἶναι τοῖς κυρίοις, ἕως ἂν ἕλωνται παραγενόμενοι.

Ἄλλοι δέ τινες τὸ μὲν τοῦ λιβανωτοῦ δένδρον ὅμοιον εἶναί φασι σχίνῳ καὶ τὸν καρπὸν ταῖς σχινίσι φύλλον δὲ ὑπέρυθρον· εἶναι δὲ τὸν μὲν ἐκ τῶν νέων λιβανωτὸν λευκότερον καὶ ἀοδμότερον, τὸν δ᾿ ἐκ τῶν παρηκμακότων ξανθότερον καὶ εὐοσμότερον· τὸ δὲ τῆς σμύρνης ὅμοιον τῇ τερμίνθῳ, τραχύτερον δὲ καὶ ἀκανθωδέστερον, φύλλον δὲ μικρῷ στρογγυλότερον, τῇ δὲ γεύσει διαμασωμένοις ὅμοιον τῷ τῆς τερμίνθου· εἶναι δὲ καὶ τούτων τὰ παρηκμακότα εὐοσμότερα.

Γίνεσθαι δὲ ἀμφότερα ἐν τῷ αὐτῷ τόπῳ· τὴν δὲ γῆν ὑπάργιλον καὶ πλακώδη, καὶ ὕδατα πηγαῖα σπάνια. ταῦτα μὲν οὖν ὑπεναντία τῷ νίφεσθαι καὶ ὕεσθαι καὶ ποταμοὺς ἐξιέναι· τὸ δὲ παρόμοιον εἶναι τὸ δένδρον τῇ τερμίνθῳ καὶ ἄλλοι τινὲς λέγουσιν, οἱ δὲ καὶ ὅλως τέρμινθον εἶναι· κομισθῆναι γὰρ ξύλα πρὸς Ἀντίγονον ὑπὸ τῶν Ἀράβων τῶν τὸν λιβανωτὸν καταγόντων, ἂ οὐδὲν διέφερε τῶν τῆς τερμίνθου· πλὴν οὗτοί γε μεῖζον [*](¹ Plin. 12. 66 and 67. ² Plin. 12. 53.) [*](³ πλακώδη: lit. ‘with a crust’; so W., but the word does not seem to occur elsewhere in this sense.) [*](⁴ cf. 9. 4. 2.)

240
ἕτερον ἀγνόημα προσηγνόουν· ᾤοντο γὰρ ἐκ τοῦ αὐτοῦ δένδρου τόν τε λιβανωτὸν γίνεσθαι καὶ τὴν σμύρναν·

διόπερ ἐκεῖνος ὁ λόγος πιθανώτερος ὁ παρὰ τῶν ἀναπλευσάντων ἐξ Ἡρώων πόλεως· ἐπεὶ καὶ τὸ ὑπὲρ Σάρδεων πεφυκὸς τοῦ λιβανωτοῦ δένδρον ἐν ἱερῷ τινι δαφνοειδὲς ἔχει τὸ φύλλον, εἴ τι δεῖ σταθμᾶσθαι τοῦτο· ὁ λιβανωτὸς δ᾿ ἔχει, καὶ ὁ ἐκ τοῦ στελέχους καὶ ὁ ἐκ τῶν ἀκρεμόνων, ὁμοίως καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ θυμιώμενος τῷ ἄλλῳ λιβανωτῷ. πέφυκε δὲ τοῦτο μόνον τὸ δένδρον οὐδεμιᾶς τυγχάνειν θεραπείας.