Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τῆς δὲ σκαμμωνίας ὥσπερ ἐξ ἐναντίας ὁ ὀπὸς μόνον χρήσιμος ἄλλο δ᾿ οὐδέν.

Ἡ δὲ τῆς πτερίδος ῥίζα μόνον τῷ χυλῷ γλυκύστρυφνος· ἕλμινθα δὲ πλατεῖαν ἐκβάλλει· σπέρμα δὲ οὐκ ἔχει οὐδὲ ὀπόν· τέμνεσθαι δὲ ὡραίαν μετοπώρου φασίν.

δ᾿ ἕλμις σύμφυτον ἐνίοις ἔθνεσιν· ἔχουσι γὰρ ὡς ἐπὶ πᾶν Αἰγύπτιοι Ἄραβες Ἀρμένιοι Ματαδίδες Σύροι Κίλικες· Θρᾷκες δ᾿ οὐκ ἔχουσιν οὐδὲ Φρύγες· τῶν δὲ Ἑλλήνων Θηβαῖοί τε οἱ περὶ τὰ γυμνάσια καὶ ὅλως Βοιωτοί· Ἀθηναῖοι δ᾿ οὔ.

Πάντων δὲ τῶν φαρμάκων ὡς ἀπλῶς εἰπεῖν βελτίω τὰ ἐκ τῶν χειμερινῶν καὶ προσβόρρων [*](¹ cf. 9. 13. 3. ² καὶ μάλιστα conj. W.; μάλιστα καὶ Ald.) [*](³ αὕτη conj. Scat.; αὐτὴ Ald.)

320
καὶ ξηρῶν· δι᾿ ὃ καὶ τῶν ἐν Εὐβοίᾳ τὰ ἐν ταῖς Αἰγαῖς ἡ τὰ ἐν τῷ Τελεθρίῳ φασί· ξηρότερα γάρ· τὸ δὲ Τελέθριον σύσκιον.

Περὶ μὲν οὖν τῶν ῥιζῶν ὅσαι φαρμακώδεις καὶ ὁποιασοῦν ἔχουσι δυνάμεις εἴτε ἐν αὐταῖς εἴτε ἐν τοῖς ὀποῖς ἡ καὶ ἄλλῳ τινὶ τῶν μορίων, καὶ τὸ ὅλον εἴ τι φρυγανικὸν ἡ ποῶδες ἔχει τοιαύτας δυνάμεις, καὶ περὶ τῶν χυλῶν τῶν τε εὐόσμων καὶ τῶν ἀόσμων καὶ ὅσας ἔχουσι διαφοράς, αἴπερ οὐθὲν ἦττον φυσικαί εἰσιν, εἴρηται.