Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XVI. Τὸ δὲ δίκταμνον ἴδιον τῆς Κρήτης, θαυμαστὸν δὲ τῇ δυνάμει καὶ πρὸς πλείω χρήσιμον μάλιστα δὲ πρὸς τοὺς τόκους τῶν γυναικῶν. ἔστι δὲ τὸ μὲν φύλλον παρόμοιον τῇ βληχοῖ, ἔχει δέ τι καὶ κατὰ τὸν χυλὸν ἐμφερὲς τὰ δὲ κλωνία λεπτότερα. χρῶνται δὲ τοῖς φύλλοις, οὐ τοῖς κλωσὶν οὐδὲ τῷ καρπῷ· χρήσιμον δὲ πρὸς πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δέ, ὥσπερ ἐλέχθη, πρὸς [*](¹ Plin. 25. 30–33. ² κατὰ conj. St.; καὶ Ald. H.) [*](3 Plin. 25. 151.) [*](4 Σοῦσα: cf. 9. 16. 8; Λοῦσα (a town in Arcadia) conj. Sch. (usually Λοῦσοι), the other places mentioned being all in)

296
τὰς δυστοκίας τῶν γυναικῶν· ἢ γὰρ εὐτοκεῖν φασι ποιεῖν ἢ παύειν γε τοὺς πόνους ὁμολογουμένως· δίδοται δὲ πίνειν ἐν ὅδατι. σπάνιον δέ ἐστι· καὶ γὰρ ὀλίγος ὁ τόπος ὁ φέρων, καὶ τοῦτον αἱ αἶγες ἐκνέμονται διὰ τὸ φιληδεῖν. ἀληθὲς δέ φασιν εἶναι καὶ τὸ περὶ τῶν βελῶν, ὅτι φαγούσαις ὅταν τοξευθῶσι ἐκβάλλει. τὸ μὲν οὖν δίκταμνον τοιοῦτόν τε καὶ τοιαύτας ἔχει τὰς δυνάμεις.

Τὸ δὲ ψευδοδίκταμνον τῷ μὲν φύλλῳ ὅμοιον τοῖς κλωνίοις δ᾿ ἔλαττον τῇ δυνάμει δὲ πολὺ λειπόμενον. βοηθεῖ μὲν γὰρ καὶ ταὐτά, χεῖρον δὲ πολλῷ καὶ ἀσθενέστερον. ἔστι δὲ εὐθὺς ἐν τῷ στόματι φανερὰ τοῦ δικτάμνου ἡ δύναμις· διαθερμαίνει γὰρ ἀπὸ μικροῦ σφόδρα. τιθέασι δὲ τὰς δεσμίδας ἐν νάρθηκι ἢ καλάμῳ πρὸς τὸ μὴ ἀποπνεῖν· ἀσθενέστερον γὰρ ἀποπνεῦσαν. λέγουσι δέ τινες ὡς ἡ μὲν φύσις μία ἡ τοῦ δικτάμνου καὶ ἡ τοῦ ψευδοδικτάμνου, διὰ δὲ τὸ ἐν εὐγειοτέροις φύεσθαι τόποις χεῖρον γίνεσθαι, καθάπερ καὶ ἄλλα πολλὰ πλείω τούτων κατὰ τὰς δυνάμεις. τὸ γὰρ δίκταμνον φιλεῖ χώραν τραχεῖαν.

Ἔστι δὲ καὶ ἕτερον δίκταμνον ὥσπερ ὁμώνυμον, οὔτε τὴν ὄψιν οὔτε τὴν δύναμιν ἔχον τὴν αὐτήν· φύλλον γὰρ ἔχει ὅμοιον σισυμβρίῳ τοὺς δὲ κλῶνας μείζους· ἔτι δὲ τὴν χρείαν καὶ τὴν δύναμιν οὐκ ἐν τοῖς αὐτοῖς. τοῦτο μὲν οὖν, ὥσπερ ἐλέχθη, θαυμαστὸν ἅμα καὶ ἴδιον τῆς νήσου. φασὶ δέ [*](¹ ἐκβάλλει conj. Sch.; ἐκβάλλειν Ald.) [*](2 Plin. 25. 93.) [*](3 νάρθηκι ἢ conj. Sch.; ναρθηκίδη ἢ U; ναρθηκίδι ἢ M; νάρθηκι καὶ Ald.)

298
τινες ὅλως τῶν φύλλων καὶ τῶν ὀροδάμνων καὶ ἁπλῶς τῶν ὑπὲρ γῆς τὰ ἐν Κρήτῃ διαφέρειν, τῶν δὲ ἄλλων τῶν γε πλείστων τὰ ἐν τῷ Παρνασῷ.

Τὸ δ᾿ ἀκόνιτον γίνεται μὲν καὶ ἐν Κρήτῃ καὶ ἐν Ζακύνθῳ, πλεῖστον δὲ καὶ ἄριστον ἐν Ἡρακλείᾳ τῇ ἐν Πόντῳ. ἔχει δὲ φύλλον μὲν κιχοριῶδες, ῥίζαν δὲ ὁμοίαν τῷ σχήματι καὶ τῷ χρώματι καρίδι, τὴν δὲ δύναμιν τὴν θανατηφόρον ἐν ταύτῃ· τὸ δὲ φύλλον καὶ τὸν καρπὸν οὐθέν φασι ποιεῖν· καρπὸς δέ ἐστι πόας οὐχ ὑλήματος. βραχεῖα δὲ ἡ πόα καὶ οὐδὲν ἔχουσα περιττόν, ἀλλὰ παρομοία τῷ σίτῳ τὸ δὲ σπέρμα οὐ σταχυηρόν. φύεται δὲ πανταχοῦ καὶ οὐκ ἐν ταῖς Ἀκόναις μόνον, ἀφ᾿ ὧν ἔχει τὴν προσηγορίαν· αὕτη δέ ἐστι κώμη τις τῶν Μαριανδυνῶν· φιλεῖ δὲ μάλιστα τοὺς πετρώδεις τόπους· οὐ νέμεται δὲ οὔτε πρόβατον οὔτ᾿ ἄλλο ζῶον οὐδέν.