Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
Τὸ δὲ κώνειον ἄριστον περὶ Σοῦσα καὶ ἐν τοῖς ψυχροτάτοις τόποις. γίνεται δὲ καὶ ἐν τῇ Λακωνικῇ τὰ πολλὰ τούτων· καὶ γὰρ αὕτη πολυφάρμακος. ἐν Ἀχαίᾳ δὲ ἥ τε τραγάκανθα πολλὴ καὶ οὐδὲν χείρων ὡς οἴονται τῆς Κρητικῆς ἀλλὰ καὶ τῇ ὄψει καλλίων· καὶ δαῦκον περὶ τὴν Πατραϊκὴν διαφέρον· τοῦτο δὲ θερμαντικὸν φύσει, ῥίζαν δὲ ἔχει μέλαιναν. φύεται δὲ τὰ πολλὰ τούτων καὶ ἐν τῷ Παρνασῷ καὶ περὶ τὸ Τελέθριον. καὶ ταῦτα μὲν κοινὰ πλειόνων χώρων.
XVI. Τὸ δὲ δίκταμνον ἴδιον τῆς Κρήτης, θαυμαστὸν δὲ τῇ δυνάμει καὶ πρὸς πλείω χρήσιμον μάλιστα δὲ πρὸς τοὺς τόκους τῶν γυναικῶν. ἔστι δὲ τὸ μὲν φύλλον παρόμοιον τῇ βληχοῖ, ἔχει δέ τι καὶ κατὰ τὸν χυλὸν ἐμφερὲς τὰ δὲ κλωνία λεπτότερα. χρῶνται δὲ τοῖς φύλλοις, οὐ τοῖς κλωσὶν οὐδὲ τῷ καρπῷ· χρήσιμον δὲ πρὸς πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δέ, ὥσπερ ἐλέχθη, πρὸς [*](¹ Plin. 25. 30–33. ² κατὰ conj. St.; καὶ Ald. H.) [*](3 Plin. 25. 151.) [*](4 Σοῦσα: cf. 9. 16. 8; Λοῦσα (a town in Arcadia) conj. Sch. (usually Λοῦσοι), the other places mentioned being all in)
Τὸ δὲ ψευδοδίκταμνον τῷ μὲν φύλλῳ ὅμοιον τοῖς κλωνίοις δ᾿ ἔλαττον τῇ δυνάμει δὲ πολὺ λειπόμενον. βοηθεῖ μὲν γὰρ καὶ ταὐτά, χεῖρον δὲ πολλῷ καὶ ἀσθενέστερον. ἔστι δὲ εὐθὺς ἐν τῷ στόματι φανερὰ τοῦ δικτάμνου ἡ δύναμις· διαθερμαίνει γὰρ ἀπὸ μικροῦ σφόδρα. τιθέασι δὲ τὰς δεσμίδας ἐν νάρθηκι ἢ καλάμῳ πρὸς τὸ μὴ ἀποπνεῖν· ἀσθενέστερον γὰρ ἀποπνεῦσαν. λέγουσι δέ τινες ὡς ἡ μὲν φύσις μία ἡ τοῦ δικτάμνου καὶ ἡ τοῦ ψευδοδικτάμνου, διὰ δὲ τὸ ἐν εὐγειοτέροις φύεσθαι τόποις χεῖρον γίνεσθαι, καθάπερ καὶ ἄλλα πολλὰ πλείω τούτων κατὰ τὰς δυνάμεις. τὸ γὰρ δίκταμνον φιλεῖ χώραν τραχεῖαν.
Ἔστι δὲ καὶ ἕτερον δίκταμνον ὥσπερ ὁμώνυμον, οὔτε τὴν ὄψιν οὔτε τὴν δύναμιν ἔχον τὴν αὐτήν· φύλλον γὰρ ἔχει ὅμοιον σισυμβρίῳ τοὺς δὲ κλῶνας μείζους· ἔτι δὲ τὴν χρείαν καὶ τὴν δύναμιν οὐκ ἐν τοῖς αὐτοῖς. τοῦτο μὲν οὖν, ὥσπερ ἐλέχθη, θαυμαστὸν ἅμα καὶ ἴδιον τῆς νήσου. φασὶ δέ [*](¹ ἐκβάλλει conj. Sch.; ἐκβάλλειν Ald.) [*](2 Plin. 25. 93.) [*](3 νάρθηκι ἢ conj. Sch.; ναρθηκίδη ἢ U; ναρθηκίδι ἢ M; νάρθηκι καὶ Ald.)
Τὸ δ᾿ ἀκόνιτον γίνεται μὲν καὶ ἐν Κρήτῃ καὶ ἐν Ζακύνθῳ, πλεῖστον δὲ καὶ ἄριστον ἐν Ἡρακλείᾳ τῇ ἐν Πόντῳ. ἔχει δὲ φύλλον μὲν κιχοριῶδες, ῥίζαν δὲ ὁμοίαν τῷ σχήματι καὶ τῷ χρώματι καρίδι, τὴν δὲ δύναμιν τὴν θανατηφόρον ἐν ταύτῃ· τὸ δὲ φύλλον καὶ τὸν καρπὸν οὐθέν φασι ποιεῖν· καρπὸς δέ ἐστι πόας οὐχ ὑλήματος. βραχεῖα δὲ ἡ πόα καὶ οὐδὲν ἔχουσα περιττόν, ἀλλὰ παρομοία τῷ σίτῳ τὸ δὲ σπέρμα οὐ σταχυηρόν. φύεται δὲ πανταχοῦ καὶ οὐκ ἐν ταῖς Ἀκόναις μόνον, ἀφ᾿ ὧν ἔχει τὴν προσηγορίαν· αὕτη δέ ἐστι κώμη τις τῶν Μαριανδυνῶν· φιλεῖ δὲ μάλιστα τοὺς πετρώδεις τόπους· οὐ νέμεται δὲ οὔτε πρόβατον οὔτ᾿ ἄλλο ζῶον οὐδέν.
συντίθεσθαι δὲ τρόπον τινὰ πρὸς τὸ ἐργάζεσθαι καὶ οὐ παντὸς εἶναι· δι᾿ ὃ καὶ τοὺς ἰατροὺς οὐκ ἐπισταμένους συντιθέναι σηπτικῷ τε χρῆσθαι καὶ πρὸς ἄλλα ἄττα· πινόμενον δ᾿ οὐδεμίαν αἴσθησιν ποιεῖν οὔτ᾿ ἐν οἴνῳ οὔτ᾿ ἐν μελικράτῳ· συντίθεσθαι δὲ ὥστε κατὰ χρόνους τακτοὺς ἀναιρεῖν, οἶον δίμηνον τρίμηνον ἑξάμηνον ἐνιαυτόν, τοὺς δὲ καὶ δύο ἔτη· χείριστα δὲ ἀπαλλάττειν [*](¹ ὀροδάμνων: this word seems to occur only here in T.) [*](² Diosc. 4. 76 and 77; Plin. 27. 9 and 10.) [*](3 καρίδι conj. W; καρίαι U; καρύα AId. cf. Diosc. l.c.) [*](4 cf. 9. 8. 1.) [*](5 Plin. 6. 4, portus Acone veneno aconito dirus. Butin 27. 10. he apparently did not recognise Ἀκόναις as a proper name,)
Ἀλλὰ τοῦ ἐφημέρου τὸ φάρμακον εὑρῆσθαι· ἕτερον γάρ τι ῥίζιον εἶναι ὃ ἐφήμερον ἀπαλλάττει· τοῦτο δὲ φύλλον ὅμοιον ἔχειν τῷ ἐλλεβόρῳ ἢ τῷ λειρίῳ· καὶ τοῦτο πάντας εἰδέναι· δι᾿ καὶ τὰ ἀνδράποδά φασι πολλάκις παοργισθέντα χρῆσθαι, κἄπειτα ἰατρεύειν αὐτὰ πρὸς τοῦτο ὁρμῶντα, καὶ γὰρ οὐδὲ ταχεῖαν ποιεῖσθαι τὴν ἀπαλλαγὴν οὐδὲ ἐλαφρὰν ἀλλὰ δυσχερῆ καὶ χρόνιον· εἰ μὴ ἄρα διὰ τὸ εὐθεράπευτον εἶναι καὶ ἀκατασκεύαστον ὡς δεῖ. φασὶ γοῦν καὶ παραχρῆμα ἀπαλλάττεσθαι καὶ ὕστερον χρόνῳ τοὺς δὲ καὶ εἰς ἐνιαυτὸν ἄγειν, καὶ τὰς δόσεις ἀβοηθήτους εἶναι. [*](¹ i.e. no herb having that effect.) [*](2 ἑτέρων conj. Sch.; ἕτερόν τι φύεσθαι UAld. H.; ἕτερόν τι φυόμενον conj. W. G seems to have had a fuller text.) [*](³ ἀλλὰ τοὺς ἐγχ. UM; ἀλλά τινες τοῖς ἐνεγκαμένοις βοήθειαι εὕρηνται· τοὺς γὰρ ἐγχ. Ald. H., which the indicative εὕρηνται shews to be a gloss.) [*](4 τοῦ ἐφημέρου U; τὰ ἐφ᾿ ἡμέρον M; καὶ τὸ ἐφήμερον Ald. The passage about ἐφήμερον, which interrupts the account of ἀκόνιτον, is confused, and the text probably defective; trans- lation a makeshift. The sense of εἰ μὴ . . . ὡς δεῖ being perhaps irrecoverable, the connexion of what follows is obscured. W. gives up the passage.)
τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ τρόπον μέν τινα ἀβοήθητον ἄλλως δὲ βοηθήσιμον, ὥσπερ καὶ ἕτερα τῶν θανατηφόρων.
Τὸ δὲ ἀκόνιτον ἄχρηστον, ὥσπερ εἴρηται, τοῖς μὴ ἐπισταμένοις· οὐδὲ κεκτῆσθαι δὲ ἐξεῖναι, ἀλλὰ θάνατον τὴν ζημίαν· τὴν δὲ τῶν χρόνων διαφορὰν ἀκολουθεῖν κατὰ τὰς συλλογάς· ἰσοχρόνους γὰρ τοὺς θανάτους γίνεσθαι τοῖς ἀπὸ τῆς συλλογῆς χρόνοις.
Θρασύας δ᾿ ὁ Μαντινεὺς εὑρήκει τι τοιοῦτον, ὥσπερ ἔλεγεν, ὥστε ῥᾳδίαν ποιεῖν καὶ ἄπονον τὴν ἀπόλυσιν τοῖς ὀποῖς χρώμενος κωνείου τε καὶ μήκωνος καὶ ἑτέρων τοιούτων, ὥστε εὔογκον εἶναι σφόδρα καὶ μικρὸν ὅσον εἰς δραχμῆς ὁλκήν. ἀβοήθητον δὲ πάντη καὶ δυνάμενον διαμένειν ὁποσονοῦν χρόνον καὶ οὐδὲν ἀλλοιούμενον. ἐλάμβανε δὲ τὸ κώνειον οὐχ ὅθεν ἐτύγχανεν ἀλλ᾿ ἐκ Σούσων καὶ εἴ τις ἄλλος τόπος ψυχρὸς καὶ παλίσκιος· ὡσαύτως δὲ καὶ τἆλλα. συνετίθει δὲ καὶ ἕτερα φάρμακα πολλὰ καὶ ἐκ πολλῶν. δεινὸς δὲ καὶ Ἀλεξίας ὁ μαθητὴς αὐτοῦ καὶ οὐχ ἧττον ἔντεχνος ἐκείνου· καὶ γὰρ τῆς ἄλλης ἰατρικῆς ἔμπειρος.
[*](¹ οὖν add. W.)[*](² ἀολουθεῖν κατὰ conj. W.; ἀκοόειν εἶναι κατὰ Ald. H.; ἀκουεῖν εἶναι καὶ M.)Ταῦτα μὲν οὖν εὑρῆσθαι δοκεῖ πολλῷ μᾶλλον νῦν ἢ πρότερον. ὅτι δὲ διαφέρει τὸ χρῆσθαί πως ἑκάστῳ φανερὸν ἐκ πολλῶν· ἐπεὶ καὶ Κεῖοι τῷ κωνείῳ πρότερον οὐχ οὕτω ἀλλὰ τρίβοντες ἐχρῶντο, καθάπερ οἱ ἄλλοι· νῦν δ᾿ οὐδ᾿ ἂν εῖς τρίψειεν, ἀλλὰ περιπτίσαντες καὶ ἀφελόντες τὸ κέλυφος, τοῦτο γὰρ τὸ τὴν δυσχέρειαν παρέχον δυσκατέργαστον ὄν, μετὰ ταῦτα κόπτουσιν ἐν τῷ ὅλμῳ καὶ διαττήσαντες λεπτὰ ἐπιπάττοντες ἐφ᾿ ὕδωρ πίνουσιν, ὥστε ταχεῖαν καὶ ἐλαφρὰν γίνεσθαι τὴν ἀπαλλαγήν.
XVII. Ἀπάντων δὲ τῶν φαρμάκων αἱ δυνάμεις ἀσθενέστεραι τοῖς συνειθισμένοις τοῖς δὲ καὶ ἀνενεργεῖς τὸ ὅλον. ἔνιοι γὰρ ἐλλέβορον ἐσθίοντες πολὺν ὥστε ἀναλίσκειν δέσμας ὅλας οὐδὲν πάσχουσιν· ὅπερ ἐποίει καὶ Θρασύας δεινότατος ὢν ὡς ἐδόκει περὶ τὰς ῥίζας. ποιοῦσι δὲ τοῦθ᾿ ὡς ἔοικε καὶ τῶν νομέων τινές· δι᾿ ὃ καὶ πρὸς τὸν φαρμακοπώλην τὸν θαυμαζόμενον ὡς κατήσθιε ῥίζαν μίαν ἢ δύο παραγενόμενος ὁ ποιμὴν καὶ ἀναλώσας ὅλην τὴν δέσμην ἐποίησεν ἀδόκιμον· ἐλέγετο δ᾿ ὅτι καθ᾿ ἑκάστην ἡμέραν τοῦτο ποιεῖ καὶ αὐτὸς καὶ ἕτεροι.