Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
XI. Πολλὰ δέ ἐστι καὶ τὰ πανάκη καὶ οἱ τιθύμαλλοι καὶ ἕτερ᾿ ἄττα. πάνακες γὰρ καλοῦσι πρῶτον μὲν τὸ ἐν Συρίᾳ, περὶ οὗ μικρῷ πρότερον εἴρηται. ἄλλα δὲ τὰ τρία, τὸ μὲν Χειρώνειον καλούμενον τὸ δ᾿ Ἀσκληπίειον τὸ δ᾿ Ἡράκλειον. ἔχει δὲ τὸ μὲν Χειρώνειον φύλλον μὲν ὅμοιον. λαπάθῳ μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυσοειδές, ῥίζαν δὲ μικράν· φιλεῖ δὲ μάλιστα τὰ χωρία τὰ πίονα· χρῶνται δὲ πρός τε τοὺς ἔχεις καὶ τὰ φαλάγγια καὶ τοὺς σῆπας καὶ τὰ ἄλλα ἑρπετὰ διδόντες ἐν οἴνῳ καὶ ἀλείφοντες μετ᾿ ἐλαίου· τοῦ δ᾿ ἔχεως τὸ δῆγμα καὶ καταπλάττοντες καὶ ἐν ὀξίνῃ πιεῖν διδόντες· ἀγαθὴν δέ φασι καὶ ἑλκῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ φυμάτων ἐν μέλιτι.
Τὸ δ᾿ Ἀσκληπίειον τὴν ῥίζαν μῆκος μὲν ὡς σπιθαμὴν λευκὴν δὲ καὶ παχεῖαν σφόδρα, καὶ φλοιὸν παχὺν καὶ ἁλυκώδη· καυλὸν δὲ ἔχει γονατώδη πανταχόθεν, φύλλον δὲ οἷόνπερ ἡ θαψία πλὴν παχύτερον· ἀγαθὸν δὲ εἶναί φασι ἑρπετῶν [*](¹ From this phrase ἔκτομον came to be used as a synonym for‘black hellebore.’ cf. Plin. 25. 47; Diosc. 4. 149; Hesych. and Galen, Lex. Hipp. s. v.) [*](² 9. 9. 2. 3 Plin. 25 32; 26. 139.) [*](4 μικρὰν conj. H. from Plin. 25. 32. radix varra; μακρὰν U* Ald.)
Τὸ δ᾿ Ἡράκλειον φύλλον μὲν ἔχει μέγα καὶ πλατὺ καὶ τρισπίθαμον πανταχῆ, ῥίζαν δὲ ὡς δακτύλου τὸ πάχος δίκραν ἢ τρίκραν, τῇ γεύσει μὲν ὑπόπικρον τῇ δ᾿ ὀσμῇ καθάπερ λιβανωτοῦ καθαροῦ· ἀγαθὴν δὲ τῆς ἱερᾶς νόσου μιγνυμένην φώκης πιτύᾳ ὅσον τεταρτημόριον πίνειν, καὶ ὀδύνῆς κατὰ γαστέρα ἐν οἴνῳ γλυκεῖ, καὶ ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὰν τῶν δὲ ξηρῶν ἐν μέλιτι. αὗται μὲν οὖν ταύτας ἔχουσι διαφοράς τε καὶ δυνάμεις.
Ἄλλα δὲ πανάκη τὸ μὲν λεπτόφυλλον τὸ δὲ οὔ· αἱ δὲ δυνάμεις ἀμφοῖν αἱ αὐταί, πρόσθετόν τε γυναιξὶ καὶ κατάπλασμα μετ᾿ ἀλφίτου καὶ πρὸς τὰ ἕλκη τὰ ἄλλα καὶ πρὸς τὰ νεμόμενα.
Συνώνυμοι δὲ καὶ οἱ στρύχνοι καὶ οἱ τιθύμαλλοι. [*](¹ κεφαλαίας conj. Sch.; κεφαλῆς Ald.) [*](2 τῶν ἑλκῶν conj. Sch.; τῶν δὲ ἑλκώδῶν (sic) U*; τῶν ἑλκωδῶν Ald. H. cf. § 3.) [*](3 Plin. 25. 32: Diosc. 3. 48.) [*](4 δίκραν ἢ τρίκραν conj. Sch.; δίκραν ἢ τρίκαν UM; δικρανῆ πικρὰν U*; δικρανῆ ἢ τρικρανῆ Ald.)
Ὁ δὲ μανικός, οἱ δὲ θρύορον καλοῦσιν αὐτὸν οἱ δὲ περιττόν, λευκὴν ἔχει τὴν ῥίζαν καὶ μακρὰν ὡς πήχεως καὶ κοίλην. δίδοται δ᾿ αὐτῆς, ἐὰν μὲν ὥστε παίζειν καὶ δοκεῖν ἑαυτῷ κάλλιστον εἶναι, δραχμὴ σταθμῷ· ἐὰν δὲ μᾶλλον μαίνεσθαι καὶ φαντασίας τινὰς φαίνεσθαι, δύο δραχμαί· ἐὰν δ᾿ ὥστε μὴ παύεσθαι μαινόμενον τρεῖς, καὶ συμπαραμιγνύναι φασὶν ὀπὸν κενταυρίου· ἐὰν δὲ ὥστε ἀποκτεῖναι, τέτταρες. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον εὐζώμῳ πλὴν μεῖζον, τὸν δὲ καυλὸν ὥσπερ ὀργυίας, κεφαλὴν δὲ ὥσπερ γηθύου μείζω δὲ καὶ δασυτέραν· ἔοικε δὲ καὶ πλατάνου καρπῷ.
[*](¹ cf. 7. 15. 4, where a third στρύχνος is mentioned, which is ὁμώνυμος, not συνώνυμος, i.e. which has nothing in common with these two στρύχνοι except the name. of. also 9. 15. 5.)[*](² κρόκου conj. Dalec. from Diosc. 4. 72, καρπὸν. . . κροκί- ζοντα; κόκκου MSS.)[*](3 πυγμὴν μέγα U; πυθμὴν μέγας U*Ald. H.; W. adopts Bod. ’s conjecture σπιθαμὴν μέγα.)[*](4 Plin. 21. 177–179; Diosc. 4. 73.)[*](5 θρύορον Ald.H.; θρυόρον U*; βρυόρον U; βρύορον MmBas.;)Τῶν δὲ τιθυμάλλων ὁ μὲν παράλιος καλούμενος κόκκινον φύλλον ἔχει περιφερές, καυλὸν δὲ καὶ τὸ ὅλον μέγεθος ὡς σπιθαμῆς τὸν δὲ καρπὸν λευκόν. ἀμᾶται δὲ ὅταν ἄρτι περκάζῃ σταφυλή, καὶ ξηρανθεὶς ὁ καρπὸς δίδοται πίνειν τριφθεὶς ὅσον τρίτον μέρος ὀξυβάφου.
Ὁ δ᾿ ἄρρην καλούμενος τὸ μὲν φύλλον ἐλαιῶδες ἔχει, τὸ δὲ ὅλον μέγεθος πηχυαῖον. τοῦτον ὀπίζουσιν ἄμα τρυγήτῳ καὶ θεραπεύσαντες οὕτως ὡς δεῖ χρῶνται· καθαίρει δὲ κάτω μᾶλλον.
Ὁ δὲ μυρτίτης καλούμενος τιθύμαλλος λευκός· τὸ μὲν φύλλον ἔχει καθάπερ ὁ μύρρινος, πλὴν ἀκανθῶδες ἀπ᾿ ἄκρου· κλήματα δ᾿ ἀφίησιν ἐπὶ τὴν γῆν ὡς σπιθαμιαῖα, ταῦτα δ᾿ οὐχ ἄμα φέρει τὸν καρπὸν ἀλλὰ παρ᾿ ἔτος, τὰ μὲν νῦν τὰ δ᾿ εἰς νέωτα, πεφυκότα ἀπὸ τῆς αὐτῆς ῥίζης. φιλεῖ δὲ ὀρεινὰ χωρία. ὁ δὲ καρπὸς αὐτοῦ καλεῖται κάρυον. ἀμῶσι δ᾿ ὅταν ἀδρύνωνται αἱ κριθαὶ καὶ ξηραίνοντες καὶ ἀποκαθαίροντες· αὐτὸν τὸν καρπὸν πλύναντες ἐν ὕδατι καὶ πάλιν ξηράναντες διδόασι πιεῖν συμμιγνύντες δύο μέρη τῆς μελαίνης μήκωνος, τὸ δὲ συναμφότερον ὅσον ὀξύβαφον· καθαίρει δὲ φλέγμα κάτω· ἐὰν δὲ τὸ κάρυον αὐτὸ διδῶσι, τρίψαντες ἐν οἴνῳ γλυκεῖ διδόασιν ἢ ἐν σησάμῳ πεφρυγμένῳ κατατραγεῖν. ταῦτα μὲν οὖν τοῖς τε φύλλοις καὶ τοῖς ὀποῖς καὶ τοῖς καρποῖς χρήσιμα.
[*](1 Plin. 26. 68.)[*](² κόκκινον conj. W.; κόκκος MSS. cf. Plin. l.c. ramis ru- bentibus. ³ Diosc. 4. 164; Plin. 26. 62—65.)[*](4 οὕτς ὡς δεῖ χρ. conj. Sch.; οὕτως ὡς δὴ χρ. U*; οὕτως χρ. Ald)Τῶν δὲ λιβανωτίδων, δύο γάρ εἰσιν, ἡ μὲν ἄκαρπος ἡ δὲ κάρπιμος, ἡ μὲν καὶ τῷ καρπῷ καὶ τῷ φύλλῳ χρησίμη ἡ δὲ μόνον τῇ ῥίζῃ. καλεῖται δὲ ὁ καρπὸς κάχρυ. ἔχει δὲ αὕτη τὸ μὲν φύλλον ἐοικὸς σελίνῳ ἑλείῳ μεῖζον δὲ πολύ, καυλὸν δὲ μέγεθος πήχεως ἢ μείζω, ῥίζαν δὲ μεγάλην καὶ παχεῖαν λευκὴν ὄζουσαν ὥσπερ λιβανωτοῦ, καρπὸν δὲ λευκὸν τραχὺν προμήκη· φύεται δὲ μάλιστα ὅπου ἂν αὐχμηρὰ χωρία ᾖ καὶ πετρώδη· χρησίμη δὲ ἡ μὲν ῥίζα πρός τε τὰ ἕλκη καὶ πρὸς τὰ γυναικεῖα πινομένη ἐν οἴνῳ αὐστηρῷ μέλανι· ὁ δὲ καρπὸς πρός τε τὰς στραγγουρίας καὶ πρὸς τὰ ὦτα καὶ ἄργεμα καὶ πρὸς ὀφθαλμίας καὶ ὥστε γάλα γυναιξὶν ἐμποιεῖν.
Ἡ δὲ ἄκαρπος ἔχει τὸ φύλλον ὅμοιον θριδακίνης τῆς πικρᾶς τραχύτερον δὲ καὶ λευκότερον. ῥίζαν δὲ βραχεῖαν. φύεται δὲ ὅπουπερ ἐρείκη πλείστη. δύναται δὲ ἡ ῥίζα καθαίρειν καὶ ἄνω καὶ κάτω· τὸ μὲν γὰρ πρὸς τὴν βλάστην ἄνω, τὸ δὲ πρὸς τὴν γῆν κάτω· κωλύει δὲ καὶ εἰς ἱμάτια τιθεμένη τοὺς σῆτας. συλλέγεται δὲ περὶ πυροτομίας.