Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸ μὲν οὖν τοῦ ἱπποσελίνου παρόμοιον τῇ σμύρνῃ· καί τινες ἀκούσαντες ὡς ἐντεῦθεν ἡ σμύρνα ἡγοῦνται βλαστάνειν ἐξ αὐτῆς ἱπποσέλίνον· [*](¹ κωρύκῳ conj. Sch.; ἀγγείῳ H.; ἀγείω P2,Ald. probably a gloss on κωρύκῳ, for which cf. 2. 8. 3 and reff. in note. Plin. l.c. has preserved the right word through an absurd blunder —in Coryco monte Ciliciae.)

220
φυτεύεται γάρ, ὥσπερ ἐλέχθη, καὶ ἀπὸ δακρύου τὸ ἱπποσέλινον, καθάπερ ἡ κρινωνία καὶ ἄλλα. τὸ δὲ τοῦ σιλφίου δριμύ, καθάπερ αὐτὸ τὸ σίλφιον· ὁ γὰρ ὀπὸς καλούμενος τοῦ σιλφίου δάκρυόν ἐστιν. ἡ δὲ σκαμμωνία καὶ εἴ τι ἄλλο τοιοῦτον, ὥσπερ ἐλέχθη, φαρμακώδεις ἔχουσι τὰς δυνάμεις.

Πάντων δὲ τῶν εἰρημένων τὰ μὲν αὐτομάτως συνίσταται, τὰ δ᾿ ἀπ᾿ ἐντομῆς, τὰ δ᾿ ἀμφοτέρωθεν· τέμνουσι δὲ δῆλον ὅτι τὰ χρήσιμα καὶ τὰ μᾶλλον ἐπιζητούμενα. τοῦ δ᾿ ἀπὸ τῆς ἀμυγδαλῆς οὐδεμία χρεία δακρύου, δι᾿ ὃ κοὐκ ἀφελκοῦσι. πλὴν ἐκεῖνό γε φανερὸν ὅτι ὧν αὐτόματος ἡ πῆξις τούτων πλείων ἡ ἐπιρροὴ τῆς ὑγρότητος.

οὐ τὴν αὐτὴν δ᾿ ὥραν ἁπάντων αἱ ἐντομαὶ καὶ ἡ πῆξις, ἀλλὰ τὸ μὲν τῆς ἀμπέλου μάλιστα συνίστασθαί φασιν ἐὰν μικρὸν πρὸ τῆς βλαστήσεως τμηθῇ, τοῦ δὲ μετοπώρου καὶ ἀρχομένου τοῦ χειμῶνος ἧττον· καίτοι πρός γε καρποτοκίαν αἱ ὡραιόταται ταῖς γε πλείσταις αὗται. τῆς δὲ τερμίνθου καὶ τῆς πεύκης καὶ εἰ ἔκ τινων ἄλλων ῥητίνη γίνεται μετὰ τὴν βλάστησιν· τὸ δ᾿ ὅλον οὐκ ἐπέτειος ἡ τούτων, ἀλλ᾿ εἰς πλείω χρόνον ἡ ἐντομή. τὸν δὲ λιβανωτὸν καὶ τὴν σμύρναν ὑπὸ Κύνα φασὶ καὶ ταῖς θερμοτάταις ἡμέραις ἐντέμνειν· ὡσαύτως δὲ καὶ τὸ ἐν Συρίᾳ βάλσαμον.

Ἀκριβεστέρα δὲ καὶ ἐλάττων ἡ καὶ τούτων [*](¹ ἐξ αὐτῆς conj. Scal.: cf. Plin. 19. 162, where smyrnium is given as a synonym; ἐν αὐτοῖς Ald.) [*](2. cf. 2. 2. 1; 6. 6. 8; C. P. 1. 4. 6.) [*](3 9. 1. 3. 4 cf. C.P. 6. 11. 15.)

222
ἐντομή· καὶ γὰρ ἡ συρροὴ τῆς ὑγρότητος ἐλάττων· ὧν δὲ καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἡ ῥίζα, τούτων ὁ καυλὸς πρότερον, ὥσπερ καὶ τοῦ σιλφίου, καὶ καλοῦσι δὲ τῶν ὀπῶν τούτων τὸν μὲν καυλίαν τὸν δὲ ῥιζίαν· καί ἐστι βελτίων ὁ ῥιζίας· καθαρὸς γὰρ καὶ διαφανὴς καὶ ξηρότερος. ὁ δὲ καυλίας ὑγρότερος· καὶ διὰ τοῦτο ἄλευρον αὐτῷ περιπάττουσι πρὸς τὴν πῆξιν. τὴν ὥραν τῆς ἐντομῆς ἴσασιν οἱ Λίβυες· οὗτοι γὰρ οἱ σίλφιον λέγοντες. ὡσαύτως δὲ καὶ οἱ ῥιζοτόμοι καὶ οἱ τοὺς φαρμακώδεις ὀποὺς συλλέγοντες· καὶ γὰρ οὗτοι τοὺς καυλοὺς ὀπίζουσι πρότερον. ἁπλῶς δὲ πάντες καὶ οἱ τὰς ῥίζας καὶ οἱ τοὺς ὀποὺς συλλέγοντες τὴν οἰκείαν ὥραν ἑκάστων τηροῦσι. καὶ τοῦτο μὲν δὴ κοινόν.