Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πολλὰ δὲ γένη καὶ τῶν πυρῶν ἐστιν εὐθὺς ἀπὸ τῶν χωρῶν ἔχοντα τὰς ἐπωνυμίας, οἷον Λιβυκοὶ Ποντικοὶ Θρᾷκες Ἀσσύριοι Αἰγύπτιοι Σικελοί. διαφορὰς δὲ καὶ ταῖς χροιαῖς καὶ τοῖς μεγέθεσι καὶ τοῖς εἴδεσι καὶ ταῖς ἰδιότησιν ἔχουσι καὶ ἐν ταῖς δυνάμεσι ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς πρὸς τὴν σίτησιν. τινὲς καὶ ἀπ᾿ [*](¹ Explained below, 8. 4. 4 : cf. 8. 4. 3.) [*](2 πάθεσι : cf. 1. 1. 1 n. ³ Plin. 18. 78.) [*](4 πλεῖστον δ᾿ ἑξάστοιχον, καὶ γὰρ τοιοῦτο conj. W.; πλεῖστον ἑξάστοιχον τοιοῦτον U M ; πλεῖσται καὶ ἑξάστιχοι· καὶ γὰ τοι- οῦτον Ald. H.)

168
ἄλλων τὰς προσηγορίας, οἷον καγχρυδίας στλεγγὺς Ἀλεξάνδρειος· ὧν ἁπάντων ἐν τοῖς εἰρημένοις τὰς διαφορὰς ληπτέον. οὐχ ἥκιστα δ᾿ οἰκεῖαι εἴ τις λαμβάνοι τὰς τοιαύτας· οἷόν εἰσιν οἱ μὲν πρώϊοι οἱ δὲ ὄψιοι, καὶ εὐαυξεῖς καὶ πολύχοι οἱ δὲ μικροὶ καὶ ὀλιγόχοι, καὶ μεγαλοστάχυες οἱ δὲ μικροστάχυες. καὶ οἱ μὲν ἐν κάλυκι πολὺν χρόνον οἱ δ᾿ ὀλίγον ἔνοντες, ὥσπερ ὁ Λιβυκός. καὶ κάλαμον οἱ μὲν λεπτὸν οἱ δὲ παχύν· καὶ τοῦτο ὁ Λιβυκὸς ἔχει, παχὺν δὲ καὶ ὁ καγχρυδίας. ἔτι δὲ χιτῶνας οἱ μὲν ὀλίγους οἱ δὲ πολλούς, ὥσπερ ὁ Θρᾴκιος. καὶ ὁ μὲν μονοκάλαμος ὁ δὲ πολυκάλαμος, καὶ μᾶλλον δὲ καὶ ἧττον.

Ὁμοίως δὲ καὶ εἴ τι παραπλήσιον τούτοις ἢ τοῖς πρότερον εἰρημένοις κατὰ τὰς δυνάμεις. αἱ γὰρ τοιαῦται φυσικώταται δόξαιεν ἂν εἶναι τῶν διαφορῶν. ἐν αἷς καὶ τὸ τῶν τριμήνων καὶ τὸ τῶν διμήνων καὶ εἴ τι γένος ἐν ἐλάττοσιν ἡμέραις τελειοῦται, καθάπερ φασὶν εἶναι περὶ τὴν Αἰνείαν, οἳ τετταράκοντα ἡμέραις ἀπὸ τῆς σπορᾶς ἁδρύνονται καὶ τέλος ἴσχουσιν· εἶναι δ᾿ ἰσχυρὸν τοῦτον καὶ βαρὺν οὐχ ὥσπερ τὸν τρίμηνον κοῦφον, δι᾿ ὃ καὶ τοῖς οἰκέταις παρέχειν, καὶ γὰρ οὐδὲ πίτυρον ἔχειν πολύ. σπανιώτατος μὲν οὖν καὶ τάχιστος εἰς τελείωσιν [*](¹ στλεγγύς. Sir W. Thiselton-Dyer conjectures σίλιγνις : 2 cf. Plin. 18. 184, LS. σιλίγνιον.) [*](² cf. Geop. 3. 3. 11. ³ i. e. colour, size, etc.) [*](4 μικροὶ add. W. to correspond to εὐαυξεῖς (conj. Sch.; εὐαξεῖς Ald.).)

170
οὗτος. εἰσὶ δὲ καὶ δίμηνοί τινες οἵπερ καὶ ἐκ Σικελίας ἐκομίσθησαν εἰς Ἀχαίαν· ὀλιγοχόοι δὲ καὶ ὀλιγογόνοι καὶ κοῦφοι κατὰ τὴν προσφορὰν καὶ ἡδεῖς. καὶ ἄλλοι δέ τινες οἱ περὶ Εὔβοιαν εἰσὶ καὶ μάλιστα ἐν τῇ Καρυστίᾳ. τρίμηνοι δὲ πολλοὶ καὶ πανταχοῦ κοῦφοι οὗτοι καὶ ὀλιγοχόοι καὶ μονοκάλαμοι κατὰ τὴν ἔκφυσιν καὶ τὸ ὅλον ἀσθενεῖς.

κουφότατος μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν πυρὸς ὁ Ποντικός· βαρύτερος δὲ τῶν εἰς τὴν Ἑλλάδα πσραγινομένων ὁ Σικελός· τούτου δ᾿ ἔτι βαρύτερος ὁ Βοιωτός· σημεῖον δὲ λέγουσιν ὅτι οἱ μὲν ἀθληταὶ ἐν τῇ Βοιωτίᾳ τρί᾿ ἡμιχοίνικα μόλις ἀναλίσκουσιν, Ἀθήναζε δὲ ὅταν ἔλθωσι πένθ᾿ ἡμιχοίνικα ῥᾳδίως. κοῦφος δὲ καὶ ὁ ἐν τῇ Λακωνικῇ. τούτων μὲν οὖν ἔν τε ταῖς χώραις καὶ τῷ ἀέρι τὸ αἴτιον· ἐπεὶ καὶ περὶ τὴν Ἀσίαν οὐ πόρρω Βάκτρων ἐν μέν τινι τόπῳ οὕτως ἁδρὸν εἶναί φασι τὸν σῖτον ὥστε πυρῆνος ἐλαίας μέγεθος λαμβάνειν, ἐν δὲ τοῖς Πισσάτοις καλουμένοις οὕτως ἰσχυρὸν ὥστ᾿ εἰ τις πλεῖον προσενέγκοιτο διαρρήγνυσθαι, καὶ τῶν Μακεδόνων καὶ πολλοὺς τοῦτο παθεῖν. ἄτοπον δὲ καὶ ἀνομολογούμενον πρὸς τὴν τῶν τριμήνων κουφότητα τὸ περὶ τοὺς Ποντικοὺς συμβαῖνον· εἰσὶ γὰρ οἱ μὲν σκληροὶ ἠρινοὶ οἱ δὲ μαλακοὶ χειμερινοί· πολὺ γὰρ διαφέρει τῇ κουφότητι ὁ μαλακός. ὁμοίως δὲ καὶ δύο ἀρότους ὡς ἔοικε [*](¹ τρί᾿ ἡμιχοίνικα conj Sch.; τριημισχοίνικα M ; τριημιχοίνικα P2AId. H.)

172
παντὸς τοῦ σίτου ποιοῦνται, τὸν μὲν χειμερινὸν τὸν δὲ ἠρινόν, ἐν ᾧ καὶ τὰ ὄσπρια καταβάλλουσιν.

Εἰσὶ δὲ καὶ οἱ μὲν καθαροὶ αἰρῶν, ὥσπερ ὁ Ποντικὸς καὶ ὁ Αἰγύπτιος· καθαρὸς δὲ ἐπιεικῶς καὶ ὁ Σικελὸς καὶ μάλιστα ὁ Ἀκραγαντῖνος οὐκ αἰρώδης.

Ὁ δὲ Σικελὸς ἴδιον ἔχει τὸ μελάμπυρον καλούμενον, ὅ ἐστιν ἀβλαβὲς καὶ οὐχ ὥσπερ ἡ αἶρα βαρὺ καὶ κεφαλαλγές. ἀλλὰ τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, ταῖς χώραις ἀναθετέον καὶ ὅσον ἐπιβάλλει τοῖς γένεσιν.

V. Ἐν δὲ τοῖς ὀσπρίοις οὐχ ὁμοίως ἐστὶ λαβεῖν τὰς τοιαύτας διαφοράς, εἴτ᾿ οὖν διὰ τὸ μὴ ἐξετάζειν ὁμοίως εἴτε καὶ διὰ τὸ μονοειδέστερα τυγχάνειν· ἔξω γὰρ ἐρεβίνθου καὶ φακοῦ καὶ ἐπ᾿ ὀλίγου κυάμου καὶ ὀρόβου, καθ᾿ ὅσον ἡ τῶν χρωμάτων καὶ τῶν χυλῶν διαφορά, τῶν γ᾿ ἄλλων οὐ ποιοῦσιν ἰδέας. οἱ δὲ ἐρέβινθοι καὶ τοῖς μεγέθεσι καὶ τοῖς χυλοῖς καὶ τοῖς χρώμασι καὶ ταῖς μορφαῖς διαφέρουσιν, οἷον κριοὶ ὀροβιαῖοι οἱ ἀνὰ μέσον. ἐπὶ πᾶσι δὲ τὰ λευκὰ γλυκύτερα· καὶ γὰρ ὁ ὄροβος καὶ φακὸς καὶ ἐρέβινθος καὶ κύαμος καὶ σήσαμον· ἔστι γὰρ καὶ σήσαμον λευκόν.

Ἀλλὰ μᾶλλον ἐν τοῖς τοιοῖσδε ποιεῖν ἐστι τὰς διαφορὰς οἷον, ἐπεὶ πάντα ταῦτ᾿ ἔλλοβα, τὰ μὲν [*](¹ ὁμοίως . . . καταβάλλουσιν bracketed by Sch. as a gloss.) [*](² But cf. 8. 8. 3. cf. Diosc 4. 116.) [*](⁴ i.e. when it gets into the bread.) [*](5 cf. Plin. 18. 156; Diosc. 2. 100.) [*](6 ὅσον ἐπιβάλλει : cf. Arist. Pol. 1. 13. 8.)

174
αὐτῶν ἀδιάφρακτα καὶ ὥσπερ συμψαύοντα τυγχάνει, καθάπερ ὄροβος πισὸς καὶ σχεδὸν τὰ πλεῖστα, τὰ δὲ διαπεφραγμένα, καθάπερ θέρμος, ἔτι δὲ μᾶλλον καὶ ἰδίως τὸ σήσαμον. καὶ τὰ μὲν μακρόλοβα τὰ δὲ καὶ στρογγυλόλοβα, καθάπερ ὁ ἐρέβινθος. ἀνὰ λόγον δ᾿ ἀκολουθεῖ καὶ τὰ πλήθη τῶν σπερμάτων· ἐλάττω γὰρ ἐν τοῖς μικροῖς, ὥσπερ ἔν τε τῷ τῶν ἐρεβίνθων καὶ ἐν τῷ τῶν φακῶν.

Καὶ παραπλήσιαι δὲ ἴσως αἱ τοιαῦται καὶ ἃς ἐπὶ τῶν σιτηρῶν ἐλέγομεν περὶ τῶν σταχύων καὶ αὐτῶν τῶν καρπῶν· ἐπεὶ καὶ οἱ καλούμενοι λοβοὶ σχεδὸν ἀκόλουθοι τοῖς σπέρμασίν εἰσιν, οἱ μὲν ἐπιπλατεῖς, ὥσπερ οἱ τοῦ φακοῦ καὶ τῆς ἀφάκης, οἱ δὲ κυλινδρώδεις μᾶλλον, ὡς οἱ τοῦ ὀρόβου καὶ τοῦ πισου· τὰ γὰρ σπέρματα ἑκατέρων τοιαῦτα τοῖς σχήμασι· ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς πολλὰς ἄν τις εὕροι καθ᾿ ἕκαστον, ὧν αἱ μὲν κοιναὶ πᾶσιν αἱ δὲ ἴδιαι κατὰ γένος.

Ὅτι δὲ πάντα προσπέφυκε τοῖς λοβοῖς καὶ ἔχει καθάπερ ἀρχήν τινα, τὰ μὲν προέχουσαν. ὥσπερ ὁ κύαμος καὶ ὁ ἐρέβινθος, τὰ δὲ καὶ ἔγκοιλον, ὥσπερ θέρμος καὶ ἄλλ᾿ ἄττα, τὰ δὲ οὕτω μὲν οὐ φανερὰν ἐλάττω δὲ κσὶ ὥσπερ ἀποσημαίνουσαν μόνον, δῆλον μὲν ἀπὸ τῆς ὄψεως· ἐξ ἧς καὶ ὅταν σπαρῇ βλαστάνει καὶ ῥιζοῦται, καθάπερ ἐλέχθη, κατ᾿ ἀρχὰς δὲ καὶ αὐτὰ τρέφεται προσηρτημένα τῷ λοβῷ, μέχρι οὗ ἂν [*](¹ ἀδιάφρακτα conj. Scal. from G, non intersepta; διάφρακτα Ald. H. cf. 1. 11. 5.) [*](³ διαπεφραγμένα conj Sch.; λεῖα πεφραγμένα Ald. H.) [*](4 cf. 3. 18. 13.)

176
τελειωθῇ· φανερὸν δέ ἐστι καὶ ἐκ τῶν νῦν καὶ ἐκ τῶν προειρημένων. περὶ μὲν οὖν τῶν κατὰ τὰς διαφορὰς ἅλις.