Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἀπολυθεὶς δ᾿ εὐθὺς ἀνθεῖ μεθ᾿ ἡμέρας τέτταρας ἡ πέντε καὶ πυρὸς καὶ κριθὴ καὶ ἀνθεῖ σχεδὸν τὰς ἴσας, οἱ δὲ τὰς πλείστας λέγοντες ἐν ταῖς ἑπτά φασιν ἀπανθεῖν. ἀλλὰ τῶν χεδροπῶν χρόνιος ἡ ἄνθησις· χρονιωτάτη δὲ τῶν μὲν ἄλλων ὀρόβου καὶ ἐρεβίνθου, τούτων δ᾿ ἀπάντων τοῦ κυάμου καὶ ἐν μεγίστῃ διαφορᾷ· τετταράκοντα γὰρ ἡμερῶν ἀνθεῖν λέγουσι· πλὴν οἱ μὲν ἀεὶ παρανθοῦντος ἑτέρου καὶ ἑτέρου λέγουσι, κατὰ μέρος γὰρ ἀνθεῖν, οἱ δὲ ἀπλῶς. ἡ γὰρ ἄνθησις τῶν μὲν σταχυηρῶν ἀθρόως τῶν δὲ ἐλλοβωδῶν καὶ χεδροπῶν πάντων κατὰ μέρος· πρῶτα γὰρ ἀνθεῖ τὰ κάτω, καὶ ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἐχόμενα, καὶ οὕτως αἰεὶ βαδίζει πρὸς τὰ ἄνω. [*](¹ Plin. 18. 52. ² Plin. 18. 56.) [*](3 cf. 7. 7. 1 ; 8. 4. 3.)

154
δι᾿ πολλὰ τῶν ὀρόβων τίλλεται τὰ μὲν κάτω κατερρυηκότα τὰ δ᾿ ἄνω χλωρὰ πάμπαν.

Μετὰ δὲ τὴν ἀπάνθησιν ἁδρύνονται καὶ τελειοῦνται πυρὸς μὲν καὶ κριθὴ τετταρακοσταῖα μάλιστα· παραπλησίως δὲ καὶ τίφη καὶ τἆλλα τὰ τοιαῦτα. τετταρακοσταῖον δέ φασι καὶ τὸν κύαμον, ὥστε ἐν ἴσαις ἀνθεῖν καὶ τελειοῦσθαι· τὰ δ᾿ ἄλλα ἐν ἐλάττοσιν· ἐλαχίσταις δὲ ὁ ἐρέβινθος, εἴπερ ἀπὸ τῆς σπορᾶς ἐν τετταράκοντα τελειοῦται ταῖς ἀπάσαις ὥσπερ τινές φασιν· ἐπεὶ τό γ᾿ ὅλον ὅτι τάχιστα φανερόν. οἱ δὲ κέγχροι καὶ τὰ σήσαμα καὶ οἱ μέλινοι καὶ ὅλως τὰ θερινὶ σχεδὸν ὁμολογεῖται τάς τεττσράκονθ᾿ ἡμέρας λαμβάνειν· οἱ δέ φασι καὶ ἐλάττους.

Διαφέρει δὲ καὶ πρὸς τὴν τελείωσιν χώρα τε χώρας καὶ ἀὴρ ἀέρος· ἐν ἐλάττοσι γὰρ ἔνιαι δοκοῦσιν ἐκφέρειν, ὥσπερ ἄλλαι τε καὶ μάλιστα ἐπιδήλως Αἴγυπτος· ἐκεῖ γὰρ κριθαὶ μὲν ἐν ἑξαμήνῳ πυροὶ δὲ ἐν τῷ ἑβδόμῳ θερίζονται· περὶ δὲ τὴν Ἑλλάδα κριθαὶ μὲν ἐν τῷ ἑβδόμῳ παρὶ δὲ τοῖς πλείστοις ὀγδόῳ, πυροὶ δὲ ἔτι προσεπιλαμβάνουσιν. οὐ μὴν οὐδὲ ἐκεῖ τό γε πᾶν πλῆθος οὕτως, ἀλλ᾿ ὅσον εἰς ἀπαρχήν· κομίζεται γὰρ πρὸς ἱερῶν τινῶν χρείαν ἄλφιτα νέα τῷ ἕκτῳ μηνὶ καὶ ταῦτα ἐκ τῶν ἄνω τόπων ὑπὲρ Μέμφιν.

Λέγεται δὲ καὶ ἐν Σικελίᾳ τῆς Μεσσηνίας ἐν [*](¹ μέλινοι Ald, H,; ἔλυμοι Vo. Vin. cf. 8. 1. 1 n.)

156
ταῖς καλουμέναις Μύλαις ταχεῖάν τινα γίνεσθαι τὴν τελείωσιν τῶν ὀψίων· τὸν τῶν ὀσπρίων μὲν γὰρ σπορητὸν ἓξ μῆνας, τὸν δὲ τῷ ὑστάτῳ σπείραντα θερίζειν ἅμα τοῖς πρώτοις· ἀγαθὴν δὲ διαφερόντως εἶναι τὴν χώραν, ὥστε τριακοντάχοα ποιεῖν, ἔχειν δὲ καὶ νομὰς θαυμαστὰς καὶ ὕλην. ἐν Μήλῳ δέ τι θαυμασιώτερον λέγουσιν· ἐν γὰρ τριάκοντα ἢ τετταράκοντα ἡμέραις σπαρέντα θερίζουσι, δι᾿ ὃ καὶ λέγειν αὐτοὺς ὅτι μέχρι τούτου δεῖ σπείρειν ἕως ἂν ἴδῃ τις δράγμα· γίνεσθαι δὲ οὔτε ὄσπρια τοιαῦτα οὔτε πολλὰ παῤ αὐτοῖς. δεινὴν δέ τινα διαδοῦναι τὴν χώραν τροφήν· καὶ γὰρ εἶναι σιτοφόρον μὲν καὶ ἐλαιοφόρον ἀγαθὴν ἀμπελοφόρον δὲ μετρίαν.

Ὑπερβάλλον δ᾿ ἔτι τούτου καὶ πάντων θαυμασιώτερον τὸ περὶ Χαλκίαν τὴν νῆσον τὴν Ῥοδίων γινόμενον· ἐκεῖ γάρ φασιν εἶναί τινα τόπον πρώϊον οὕτω καὶ εὔφορον ὡς σπαρεισῶν κριθῶν ἅμα ταῖς ἄλλαις θερίσαντες ταύτας σπείρουσιν εἶτα πάλιν, εἶτα θερίζουσιν ἅμα τοῖς λοιποῖς· μεγίστη μὲν οὖν, εἴπερ ἀληθής, αὕτη διαφορά. τὸ γὰρ εἰς ἑτέραν χώραν μετενεχθέντα διαφέρειν, ὥσπερ ἐκ Κιλικίας φασὶν εἰς Καππαδοκίαν καὶ ὅλως τὴν ἐπέκεινα τοῦ Ταύρου, ἧττον ἄτοπον· φανερὰ γὰρ ἡ τῶν τόπων διάστασις.

[*](¹ τριακοντάχοα conj. Sch. ; τριάκοντα χοὰς Ald.)[*](2 C. P. 4. 11. 8.)
158

Τὸ δὲ τὴν αὐτὴν διφορεῖν, ἐν ᾧπερ γε ἅπαξ αἱ ἄλλαι, σύνορον οὖσαν καὶ μίαν θαυμασιώτατον· αὕτη μὲν οὖν ἐν μεγίστῃ διαφορᾷ.

Τὰ δὲ κατὰ τὰς ἄλλας χώρας οὐ πολλὴν ἢ οὐδεμίαν ὡς εἰπεῖν τοῦ γε χρόνου λαμβάνει διάστασιν· προτερεῖ γὰρ ταῖς ὥραις τὰ Ἀθήνῃσι τῶν περὶ Ἑλλήσποντον ἡμέραις τριάκοντα μάλιστα ἢ οὐ πολλῷ πλείοσιν· εἰ μὲν οὖν καὶ ὁ σπορητὸς πρότερον, μετάθεσις ἂν εἴη τῆς ὥρας· εἰ δ᾿ ἅμα, δῆλον ὅτι πλείων ἂν ὁ χρόνος.

Οὐ μικρὶν δὲ ποιοῦσι διαφοράν οὐδὲ οἱ τόποι, καίπερ ἔνιοι συνεγγὺς ὄντες· τὰ γὰρ ἐν Σαλαμῖνι προτερεῖ πολὺ τῶν ἄλλων τῶν ἐν τῇ Ἀττικῇ καὶ ὅλως τὶ ἐπιθαλάττια καὶ εἰς ταῦτα καὶ εἰς τοὺς ἄλλους καρπούς, ὡς τὶ περὶ τὴν Ἀκτὴν καλουμένην τῆς Πελοποννήσου καὶ τὶ ἐν Φαλύκῳ τῆς Μεγαρίδος· πλὴν ἐνταῦθά γε συμβάλλεται καὶ τὸ λεπτόγεων εἶναι καὶ ψαφαρὰν τὴν χώραν. καὶ τὶ μὲν περὶ τὴν γένεσιν καὶ τὴν τελείωσιν οὕτως ἔχει.