Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Βλαστάνει δὲ τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον· καὶ κριθὴ μὲν καὶ πυρὸς ἑβδομαῖα μάλιστα· προτερεῖ δὲ ἡ κριθὴ μᾶλλον· τὰ δ᾿ ὄσπρια τεταρταῖα ἢ πεμπταῖα πλὴν κυάμων· κύαμος δὲ καὶ τῶν σιτωδῶν ἔνια πλείοσιν· ἐνιαχοῦ γὰρ καὶ πεντεαιδεκαταῖος, ὁτὲ δὲ καὶ εἰκοσταῖος· δυσφυέστατον γὰρ τοῦτο πάντων, ἐὰν δὲ δὴ καὶ σπαρέντος ἐπὶ πλέον ὕδωρ ἐπιγένηται, καὶ παντελῶς. εἰ δὲ τῶν ἐν τοῖς ἠρινοῖς ἀρότοις θᾶττον ἡ ἔκφυσις διὰ τὴν ὥραν σκεπτέον.

Χρὴ δὲ τὰς ἀναβλαστήσεις καὶ τὰς διαφύσεις ταύτας ὡς ἐπὶ τὸ πᾶν διαλαβεῖν· ἐνίοτε γὰρ ἐνιαχοῦ καὶ ἐν ἐλάττοσιν ἡμέραις, καθάπερ ἐν Αἰγύπτῳ · τριταίαν γάρ φασι καὶ τεταρταίαν ἀνατέλλειν· παρ᾿ ἄλλοις δὲ ἐν πλείοσι τῶν εἰρημένων, ὅπερ καὶ οὐκ ἄλογον, ὅταν καὶ χώρα καὶ ἀὴρ διαφέρῃ καὶ πρωἵαίτερον ἢ ὀψιαίτερον ἀρόσῃ καὶ τὰ ἐπιγινόμενα ἀνόμοια τυγχάνῃ. ἡ μὲν γὰρ μανὴ καὶ κούφη καὶ εὐκράτῳ ἀέρι ταχὺ καὶ ῥᾳδίως ἀναδίδωσιν, ἡ δὲ γλίσχρα καὶ βαρεῖα βραδέως, ἡ δὲ τοῖς τόποις αὐχμωδεστέρα βραδύτερον.

Ἔτι δὲ ἂν χειμῶνες ἐπιγένωνται καὶ αὐχμοὶ καὶ εὐδίαι καὶ πάλιν ὕδατα· καὶ γὰρ ἐν τούτοις πολὺ παραλλάττουσιν. ὡσαύτως δὲ καὶ ἐὰν ἡ [*](¹ ἔνια conj. W.: ἐν Ald.) [*](2 The reason is given C.P. 4. 8. 2.) [*](3 cf. 7. 1. 4.)

148
γῆ προειργασμένη καὶ κόπρον ἔχουσα τυγχάνῃ, καὶ ἐὰν μηδὲν τούτων· ἐπεὶ καὶ περὶ τὸ πρωϊσπορεῖν ἕκαστα καὶ ὀψισπορεῖν αἱ χῶραι διαφέρουσιν. ἔνιοι δὲ καὶ περὶ τὴν Ἑλλάδα πάντα πρωϊσπορεῖν εἰώθασι διὰ ψυχρότητα τῆς χώρας. ὥσπερ οἱ Φωκεῖς, ὅπως ἂν οἱ χειμῶνες μὴ νήπια καταλαμβάνωσιν.

ΙΙ. Βλαστάνει δὲ τὰ μὲν ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν ἀφιέντα καὶ τὸ φύλλον, τὰ δὲ ἑκάτερον ἐξ ἑκατέρου τοῦ ἄκρου. πυρὸς μὲν οὖν καὶ κριθὴ καὶ τίφη καὶ ὅλως ὅσα σιτώδη πάντα ἐξ ἑκατέρου ὥσπερ ἐν τῷ στάχυϊ πέφυκεν, ἀπὸ μὲν τοῦ κάτων τοῦ παχέος τὴν ῥίζαν ἀπὸ δὲ τοῦ ἄνω τὸν βλαστόν· ἓν δέ τι καὶ συνεχὲς γίνεται τὸ ἀμφοῖν τῆς τε ῥίζης καὶ τοῦ καυλοῦ. κύαμος δὲ καὶ τὶ ἄλλα χεδροπὰ οὐχ ὁμοίως, ἀλλ᾿ ἐκ τοῦ αὐτοῦ τὴν ῥίζαν καὶ τὸν καυλόν, καθ᾿ ὃ καὶ ἡ πρόσφυσις αὐτῶν ἐστι πρὸς τὸν λοβόν, ἐν ᾧ καὶ ἔχουσιν οἷον ἀρχήν τινα φανεράν· ἐπ᾿ ἐνίων δὲ καὶ αἰδοιῶδες φαίνεται, καθάπερ ἐπὶ τῶν κυάμων καὶ τῶν ἐρεβίνθων καὶ μάλιστα τῶν θέρμων· ἐκ τούτου γὰρ ἡ μὲν ῥίζα κάτω τὸ δὲ φύλλον καὶ ὁ καυλὸς ἄνω χωρεῖ.