Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πολλαὶ δὲ καὶ τῶν ῥιζῶν διαφοραὶ καὶ τρόπον τινὰ αἱ τούτων φανερώτεραι· εἰσὶ γὰρ αἱ μὲν ξυλώδεις αἱ δὲ σαρκώδεις καὶ ἰνώδεις, ὥσπερ καὶ τῶν ἡμέρων, καθάπερ αἵ τε τοῦ σίτου καὶ τῆς πόας τῆς πλείστης. αὐτῶν δὲ τούτων ἕκασται πλείστας ἔχουσι διαφορὰς χρώμασιν ὀσμαῖς χυμοῖς μεγέθεσιν· αἱ μὲν γὰρ λευκαὶ αἱ δὲ μέλαιναι αἱ δ᾿ ἐρυθραί, καθάπερ ἥ τε τῆς ἀγχούσης καὶ τοῦ ἐρευθεδάνου· αἱ δ᾿ ὥσπερ ξανθαὶ καὶ ξυλοειδεῖς· καὶ γλυκεῖαι δὲ καὶ πικραὶ καὶ δριμεῖαι καὶ εὐώδεις καὶ κακώδεις, καὶ ἔνιαι φαρμακώδεις, ὡς ἐν ἄλλοις εἴρηται.

Διαφοραὶ δὲ καὶ τῶν σαρκωδῶν· αἱ μὲν γὰρ στρογγύλαι αἱ δὲ προμήκεις καὶ βαλανώδεις, ὥσπερ ἀσφοδέλου καὶ κρόκου· καὶ αἱ μὲν λεπυριώδεις, ὥσπερ ἡ τοῦ βολβοῦ καὶ τῆς σκίλλης καὶ ὅσαι βολβώδεις καὶ κρομύου δὲ καὶ γηθύου καὶ [*](1 cf. 1. 13. 1.) [*](² οὐδὲν . . . ἀνθῶν add. ScaI. from G (κερωσμένων δὲ ἀνθικῷ πολλαὶ U MAld.): ἀνθινῷ for ἀνθικῷ conj. W., who also added τῶν ἀνθῶν. See LS. ἀνθινός.)

114
ὅσα τούτοις ὅμοια. αἱ δὲ ὁμαλεῖς καὶ ψαθυραὶ καὶ μαλακαὶ δι᾿ ὅλου καὶ ὥσπερ ἄρ λοιοι, καθάπερ τοῦ ἄρου· αἱ δὲ φλοιὸν ἔχουσι πρὸς τῇ σαρκί. καθάπερ ἡ τοῦ κυκλαμίνου καὶ τῆς γογγυλίδος. οὐχ ἅπασαι δ᾿ αἱ εὐώδεις ἢ γλυκεῖαι ἢ εὔστομοι καὶ ἐδώδιμοι, οὐδ᾿ αἱ πικραὶ ἄβρωτοι· ἀλλ᾿ ὅσαι ἀβλαβεῖς εἰσι τῷ σώματι μετὰ τὴν προσφοράν· ἔνιαι γὰρ γλυκεῖαι μὲν θανάσιμοι δὲ καὶ νοσώδεις, αἱ δὲ πικραὶ μὲν ἢ κακώδεις ὠφέλιμοι δέ.

τὸν αὐτὸν δὲ τρόπον καὶ φύλλα καὶ καυλοί, καθάπερ τοῦ ἀψινθίου καὶ τοῦ κενταυρίου. διαφορὰ δὲ καὶ κατὰ τὴν βλάστησιν καὶ κατὰ τὴν ἄνθησιν, οἷον ἀρχομένου χειμῶνος καὶ μεσοῦντος καὶ πάλιν ἦρος ἢ θέρους ἢ μετοπώρου. καὶ ἐπὶ τῶν καρπῶν δὲ ὁμοίως τῷ βρωτοὺς εἶναι καὶ ἐγχύλους ἐνίοις καὶ φύλλα καὶ σπέρματα καὶ ῥίζας· καὶ ἐν αὐτοῖς τούτοις κατὰ τοὺς χυλούς, οἷον ὀξύτητι καὶ δριμύτητι καὶ γλυκύτητι καὶ αὐστηρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ἀπλῶς τε καὶ κατὰ τὸ μᾶλλον. τὰς μὲν οὖν διαφορὰς ἐν τούτοις ληπτέον.

X. Διῃρημένων δὲ κατὰ τὰς ὥρας ἑκάστων πρός τε τὰς βλαστήσεις καὶ κατὰ τὰς ἀνθήσεις καὶ τελειώσεις τῶν καρπῶν, οὐδὲν ἀναβλαστάνει πρὸ τῆς οἰκείας ὥρας οὔτε τῶν ῥιζοφυῶν οὔτε τῶν σπερμοφυῶν, ἀλλ᾿ ἕκαστον ἀναμένει τὴν [*](¹ καὶ conj. W.; ἢ AId.) [*](2 τῷ βρωτοὺς εἶναι καὶ ἐγχύλους ἐνίοις conj. W.; τὸ βρωτὰ εἶναι καὶ καυλοὸς εἶναι Ald. H, Text probably defective.)

116
οἰκείαν οὐδ᾿ ὑπὸ τῶν ὑδάτων οὐδὲν πάσχον· ἔνια γὰρ θερινὰ κομιδῆ καὶ τῇ βλαστήσει καὶ τῇ ἀνθήσει, καθάπερ ὅ τε σκόλυμος καὶ ὁ σίκυος ἄγριος, ὥσπερ καὶ περὶ τῶν φρυγανικῶν ἐλέχθη περὶ κονύζης τε καὶ καππάριδος καὶ τῶν ἄλλων· οὐδὲν γὰρ οὐδὲ ἐκείνων ἀνθεῖ καὶ βλαστάνει πρὸ τῆς οἰκείας ὥρας.