Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Φύεται δὲ τὰ μὲν καὶ ἀπὸ τῶν ῥιζῶν καὶ ἀπὸ τῶν σπερμάτων, τὰ δὲ ἕτερα μόνον ἀπὸ σπέρματος, [*](¹ καλεῖται conj. Sch.; ταῦτα Ald.) [*](² ἔνθρυσκον: Sch. conjectured ἔνθρυσκος, form corrected by L.Dindorf; ἐνουσικόν Ald.G. cf. Plin. 22. 81.) [*](³ Plin. 27. 142; Diosc. 2. 138.) [*](4 κάλυξ: cf. 8. 2. 4; 8. 4. 3.) [*](5 πάππον conj. W.; παγητὸν U MAld.; πώγωνα H. cf. Diosc. l. c., where Saracenus corrects καρπὸς to πάππος.) [*](6 τοιαύτας (sc. herbaceous) PmBas.; τοιαῦτα τὰς Ald.; τὰς αὐτὰς conj. W.)

106
εἰ μή τι καὶ αὐτόματον. ἡ δὲ βλάστησις καὶ τούτων καὶ τῶν ἄλλων τῶν μὲν ἅμα τοῖς πρώτοις ὑετοῖς ἐστι μετ᾿ ἰσημερίαν, οἷον ἀπάπης καὶ τοῦ κύνωπος καὶ ἣν καλοῦσί τινες βούπρηστιν, τῶν δὲ μετὰ Πλειάδα, καθάπερ καὶ κιχορίου καὶ σχεδὸν τῶν ἄλλων τῶν κιχοριωδῶν. καὶ τὰ μὲν εὐθὺς ἅμα τῇ βλαστήσει τὸ ἄνθος ἀφίησι, καθάπερ ἡ ἀφία, τὰ δὲ ὕστερον οὐ πολλῷ, καθάπερ ἡ ἀνεμώνη, τὰ δὲ ἅμα τῷ ἦρι καὶ ἐκκαυλεῖ καὶ ἀνθεῖ, καθάπερ τὸ κιχόριον καὶ τὰ κιχοριώδη καὶ τῶν ἀκανθικῶν ὅσα λαχανώδη.

Διαφορὰ δὲ τῶν ἀνθῶν πολλή, περὶ ἧς ἐν τοῖς πρότερον εἴρηται· σχεδὸν γάρ ἐστι κοινὸν ἁπάντων· ἔνια δὲ καὶ ὅλως ἀνανθῆ, καθάπερ καὶ τὸ ἐπίπετρον. συμβαίνει δὲ τοῖς ἅμα τῷ καυλῷ τὸ ἄνθος ἀφιεῖσι ταχεῖαν εἶναι τὴν ἀπάνθησιν· πλὴν ἡ μὲν ἀπάπη γηράσαντος τοῦ πρώτου πάλιν ἄλλο καὶ ἄλλο παραφύει, καὶ τοῦτο ποιεῖ παρ᾿ ὅλον τὸν χειμῶνα καὶ τὸ ἔαρ ἄχρι τοῦ θέρους. πολὺν δὲ χρόνον καὶ ὁ ἠριγέρων. τὰ δὲ ἄλλα οὐ ποιεῖ τοῦτο, καθάπερ οὐδὲ ὁ κρόκος οὔτε ὁ εὔοσμος οὔθ᾿ ὁ λευκὸς οὐθ᾿ ὁ ἀκανθώδης· οὗτοι δὲ ἄοσμοι.

VIII. Κοινὴ δὲ διαφορὰ πάντων τῶν ποιωδῶν ἡ τοιάδε· τὰ μὲν γάρ ἐστιν ὀρθόκαυλα καὶ νευρόκαυλα, [*](¹ δὲ after τούτων om. W.) [*](2 ἀπάπης (or ἀπάτης) conj. Sch.; ἀφάκης U; ἀφάκεις MAld. cf. 7. 7. 1 n. Plin l.c., however, has aphace.) [*](3 ἐπίπετρον conj. Scal. from Plin. l.c.; ἐπίμετρον UMAld. G. cf. Hesych. ⁴ καυλῷ conj. Sch.: καρπῷ UMAld. G. )

108
τὰ δὲ ἐπιγειόκαυλα, καθάπερ μαλάχη σκάνδιξ σίκυος ἄγριος· τὸ δὲ ἡλιοτρόπιον ἔτι μᾶλλον ὡς εἰπεῖν τοιοῦτον, ὥσπερ καὶ ἐν τοῖς ἀκανθώδεσιν οὖσιν τρίβολος καὶ ἡ κάππαρις καὶ ἄλλα πλείω· καὶ γὰρ ἐκείνων ἡ διαφορὰ πλείων. ἔνια δὲ περιαλλόκαυλα, μὴ ἔχοντα δὲ ποῦ προσπέσωσιν ἐπιγειόκαυλα, καθάπερ ἐπετίνη καὶ ἀπαρίνη καὶ ἀπλῶς ὧν ὁ καυλὸς λεπτὸς καὶ μαλακὸς καὶ μακρός, δι᾿ ὃ καὶ φύονται ταῦτα ὡς ἐπὶ τὸ πᾶν ἐν ἄλλοις· κοινὴ δὴ καὶ αὕτη ἡ διαφορὰ πάντων οὐ μόνον τῶν ποιωδῶν καὶ φρυγανικῶν ἀλλὰ καὶ τῶν θαμνωδῶν· καὶ γὰρ ἡ ἕλιξ καὶ ἔτι μᾶλλον ἡ σμῖλαξ περιαλλόκαυλον.

Ἔτι δὲ καὶ τῶν ποιωδῶν τὰ μὲν πολύκαυλα τὰ δὲ μονόκαυλα· καὶ τῶν μονοκαύλων τὰ μὲν ἀπαράβλαστα κατὰ τὸν καυλὸν τὰ δὲ παραβλαστικά, καθάπερ καὶ ἐν τοῖς ἡμέροις ἥ τε ῥαφανὶς καὶ ἄλλ᾿ ἄττα. πολύκαυλα δὲ ὡς ἀπλῶς εἰπεῖν τὰ ἐπιγειόκαυλα, μονόκαυλα δὲ καὶ ὀλιγόκαυλα τὰ ὀρθόκαυλα. τούτων δὲ ἀπαράβλαστα τὰ λειόκαυλα κρόμυον πράσον σκόροδον, ὥσπερ καὶ ἐν τοῖς ἡμέροις καὶ τὰ μὲν εὐθύκαυλα τὰ δὲ σκολιόκαυλα καὶ τούτων τοῖς ἡμέροις ὑπάρχει.

Διαφορὰ δέ τις καὶ τοιάδε τῶν ποιωδῶν ἐστι· τὰ μὲν γὰρ ἐπιγειόφυλλα τὰ δ᾿ ἐπικαυλόφυλλα τυγχάνει τὰ δ᾿ ἀμφοτέρως. ἐπιγειόφυλλα μὲν [*](¹ ἐπιγειόκαυλα conj. Cornarius; ἐπετειόκαυλα Ald H.) [*](2 cf. 7. 15. 1; Diosc. 4. 190 and 191; Plin. 22. 57.)

110
κορωνόπους ἄνθεμον ἀφύλλανθες ἄγχουσα πόα ἀνεμώνη ἀπαργία ἀρνόγλωσσον ἀπάπη· ἐπικαυλόφυλλα δὲ κρηπὶς ἄνθεμον τὸ φυλλῶδες λωτὸς λευκόϊον· ἀμφοτέρως δὲ τὸ κιχόριον· καὶ γὰρ ἐπὶ τῶν καυλῶν ἅμα ταῖς ἐκφύσεσι ταῖς ἀκρεμονικαῖς ἐκφ ύει τι καὶ ἄνθος· καὶ τῶν φυλλακάνθων ἔνια, πλὴν ἀκανθώδεσι κομιδῆ, καθάπερ ὁ σόγκος.