Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πρὸς δὲ τὴν μαγειρικὴν χρείαν ἐπὶ πλείω διαμένει, [*](1 κόπρος ἀθρός που καταλάβῃ Ald.; κόπρον ἀθρόαν πού τις Καταβάλῃ conj. W. after Sch.; κόπρον ἀθόαν conj. Scal.) [*](2 φιλόκοπρον δ᾿ ὂν τὸ θήριον ἀναδύεται καὶ ἐνδῦσα conj. W.; Φιλόπονον τὸ θήριον ἀναδεύεται καὶ ἐν αἰς κοιμᾶται UM Ald.; Φίλυπνον conj. R. Const., but W.’s conj. Is confirmed by Geop. l.c. The change of gender in ἐνδῦσα is strange.) [*](3 πρὸς τὰς ψύλλας πρόσφορον τὸ mBas.; ψύλλας πρὸς τὸ Ald. H.; πρὸς τὰς ψύλλας ἀρκεῖ τὸ conj. W.) [*](4 ψύλλας Ald.; καμπὰς conj. Sch. Followed by W.) [*](5 cf. Geop. 12. 7; Pall. 1. 35. 8; Plin. l.c.)

98
πλὴν ἀσθενέστερα ταῦτα ἀναγκαῖον εἶναι διὰ τὴν ἀναπνοὴν καὶ τὴν σκωλήκωσιν. φθορὰ δὲ μάλιστα μὲν ὑπὸ τῶν θηρίων· γίγνεται γὰρ ἐν ἅπασι καὶ τοῖς δριμέσιν, ἥκιστα δὲ ἐν τῷ σικυῶνι· οὐ μὴν ἀλλὰ καὶ ἐξικμαζόμενα πικρὰ γίνεται τῇ γεύσει, δι᾿ ὃ καὶ πρὸς τὴν χρείαν χείρω. καὶ περὶ μὲν τῶν σπερμάτων καὶ ἀπλῶς τῶν κηπευομένων ἱκανῶς εἰρήσθω.

VI. Περὶ δὲ τῶν ἀγρίων καὶ τῶν καλουμένων ἀρουραίων πειρατέον ὁμοίως εἰπεῖν. τυγχάνει δὲ τὰ μὲν ὁμώνυμα τοῖς ἡμέροις· ἅπαντα γάρ ἐστι τὰ γένη ταῦτα καὶ ἄγρια, καὶ σχεδὸν τά γε πολλὰ παραπλησίαν ἔχοντα τὴν ὄψιν τοῖς ἡμέροις, πλὴν τοῖς γε φύλλοις ἐλάττω ταῦτα καὶ τραχύτερα καὶ τοῖς καυλοῖς καὶ μάλιστα τοῖς χυλοῖς δριμύτερα καὶ ἰσχυρότερα, καθάπερ ἥ τε θύμβρα καὶ ἡ ὀρίγανος ἥ τε ῥάφανος καὶ τὸ πήγανον· ἐπεὶ καὶ τὸ λάπαθον ἄγριον, καίπερ εὐστομώτερον τοῦ ἡμέρου ὄν, τὸν χυλὸν ὅμως ὀξύτερον ἔχει καὶ τούτῳ μάλιστα διαφέρει. πάντα δὲ καὶ ξηρότερα τῶν ἡμέρων, καὶ ἴσως αὐτῷ τούτῳ τά γε πολλὰ καὶ δριμύτερα καὶ ἰσχυρότερα.

Ἰδίως δὲ ἡ ῥάφανος ἔχει παρὰ τὰ ἄλλα τοὺς καυλοὺς περιφερεστέρους καὶ λειοτέρους τῆς ἡμέρου, [*](¹ i. e. drying-up ; cf. Plat. Tim. 85 A.) [*](² σκωλήκωσιν conj. Sch.; κώλυσιν Ald.; σκωλήκησιν conj. R. Const.) [*](³ σικυῶνι Ald.: perhaps here a general term for cucumbers, gourds, etc.; σικυῶν M; σικύῳ conj. W.) [*](4 Plin. 19. 185.)

100
καὶ τὴν τοῦ φύλλου πρόσθεσιν ἐκείνη μὲν ἔχει πλατεῖαν αὕτη δὲ περιφερεστέραν, καὶ αὐτὸ δὲ τὸ φύλλον ἀγωνότερον· ἐπεὶ τά γε ἄλλα τραχύτερα καὶ τοῖς καυλοῖς καὶ τοῖς φύλλοις.

Ἡ δὲ γογγυλὶς καὶ τὴν ῥίζαν ἔχει μακρὰν καὶ ῥαφανιδώδη καὶ τὸν καυλὸν βραχύν.

Θριδακίνη δὲ τό τε φύλλον βραχύτερον τῆς ἡμέρου, καὶ τελεουμένης ἀκανθοῦται, καὶ τὸν καυλὸν ὁμοίως, τὸν ὀπὸν δὲ δριμὺν καὶ φαρμακώδη. φύεται δ᾿ ἐν ταῖς ἀρούραις· ὀπίζουσι δ᾿ αὐτὴν ὑπὸ πυραμητόν, καί φασι καθαίρειν ὕδρωπα καὶ ἀχλὺν ἀπ᾿ ὀφθαλμῶν ἀπάγειν καὶ ἄργεμα ἀφαιρεῖν ἐν γάλακτι γυναικείῳ.